Thesauros Literature Oratory Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
21 καὶ οὕτως ἰσχυρῶς ἀπιστεῖ τοῖς ὑπευθύνοις, ὥστʼ εὐθὺς ἀρχόμενος τῶν νόμων, νόμων Cobet: νόμων λέγει MSS. ἀρχὴν ὑπεύθυνον, φησί, μὴ ἀποδημεῖν· ὦ Ἡράκλεις, ὑπολάβοι ἄν τις, ὅτι ἦρξα, μὴ ἀποδημήσω; ἵνα γε μὴ προλαβὼν χρήματα τῆς πόλεως ἢ πράξεις δρασμῷ χρήσῃ. πάλιν ὑπεύθυνον οὐκ ἐᾷ τὴν οὐσίαν καθιεροῦν, οὐδὲ ἀνάθημα ἀναθεῖναι, οὐδʼ ἐκποίητον γενέσθαι, οὐδὲ διαθέσθαι τὰ ἑαυτοῦ, οὐδʼ ἄλλα πολλά· ἑνὶ δὲ λόγῳ ἐνεχυράζει τὰς οὐσίας ὁ νομοθέτης τὰς τῶν ὑπενθύνων, ἕως ἂν λόγον ἀποδῶσι τῇ πόλει.
22 ναί, ἀλλʼ ἔστι τις ἄνθρωπος ὃς οὔτʼ εἴληφεν οὐδὲν τῶν δημοσίων οὔτʼ ἀνήλωκε, προσῆλθε δὲ πρός τι τῶν κοινῶν. καὶ τοῦτον ἀποφέρειν κελεύει λόγον πρὸς τοὺς λογιστάς. καὶ πῶς ὅ γε μηδὲν λαβὼν μηδʼ ἀναλώσας ἀποίσει λόγον τῇ πόλει; αὐτὸς ὑποβάλλει καὶ διδάσκει ὁ νόμος ἃ χρὴ γράφειν· κελεύει γὰρ αὐτὸ τοῦτο ἐγγράφειν, ὅτι οὔτʼ ἔλαβον οὐδὲν τῶν τῆς πόλεως οὔτʼ ἀνήλωσα. ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον καὶ ἀνεξέταστον οὐδέν ἐστι τῶν ἐν τῇ πόλει. ὅτι δὲ ἀληθῆ λέγω, αὐτῶν ἀκούσατε τῶν νόμων.
23 Νόμοι
23 ὅταν τοίνυν μάλιστα θρασύνηται Δημοσθένης, λέγων ὡς διὰ τὴν ἐπίδοσιν οὐκ ἔστιν ὑπεύθυνος, ἐκεῖνο αὐτῷ ὑποβάλλετε· οὐκ οὖν ἐχρῆν σε, ὦ Δημόσθενες, ἐᾶσαι τὸν τῶν λογιστῶν κήρυκα κηρύξαι τὸ πάτριον καὶ ἔννομον κήρυγμα τοῦτο, τίς βούλεται κατηγορεῖν; ἔασον ἀμφισβητῆσαί σοι τὸν βουλόμενον τῶν πολιτῶν, ὡς οὐκ ἐπέδωκας, ἀλλʼ ἀπὸ πολλῶν ὧν ἔχεις εἰς τὴν τῶν τειχῶν οἰκοδομίαν μικρὰ κατέθηκας, δέκα τάλαντα εἰς ταῦτα τῆς τῆς Blass: ἐκ τῆς MSS. πόλεως εἰληφώς. μὴ ἅρπαζε τὴν φιλοτιμίαν, μηδὲ ἐξαιροῦ τῶν δικαστῶν τὰς Ψήφους ἐκ τῶν χειρῶν, μηδʼ ἔμπροσθεν τῶν νόμων, ἀλλʼ ὕστερος πολιτεύου. ταῦτα γὰρ ὀρθοῖ τὴν δημοκρατίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme