Thesauros Literature Oratory Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
24 πρὸς μὲν οὖν τὰς κενὰς κενὰς Stephanus: κοινὰς MSS. προφάσεις ἃς οὗτοι προφασιοῦνται, μέχρι δεῦρο εἰρήσθω μοι· ὅτι δὲ ὄντως ἦν ὑπεύθυνος ὁ Δημοσθένης, ὅθʼ οὗτος εἰσήνεγκε τὸ Ψήφισμα, ἄρχων μὲν τὴν ἐπὶ τὸ θεωρικὸν τὸ θεωρικὸν Blass, comparing Aristotle, Aristot. Const. Ath. 43.1 and Aristot. Const. Ath. 47.2: τῷ θεωρικῷ MSS. ἀρχὴν, ἄρχων δὲ τὴν τῶν τειχοποιῶν, οὐδετέρας δέ πω τῶν ἀρχῶν τούτων λόγον ὑμῖν οὐδʼ εὐθύνας δεδωκώς, ταῦτʼ ἤδη πειράσομαι ὑμᾶς διδάσκειν ἐκ τῶν δημοσίων γραμμάτων. καί μοι ἀνάγνωθι, ἐπὶ τίνος ἄρχοντος καὶ ποίου μηνὸς καὶ ἐν τίνι ἡμέρᾳ καὶ ἐν ποίᾳ ἐκκλησίᾳ ἐχειροτονήθη Δημοσθένης τὴν ἀρχὴν τὴν ἐπὶ τὸ θεωρικόν. τὸ θεωρικόν Blass: τῷ θεωρικῷ MSS.
24 Διαλογισμὸς τῶν Ἡμερῶν
24 οὐκοῦν εἰ μηδὲν ἔτι περαιτέρω περαιτέρω Weidner: τούτου περαιτέρω or μεραιτέρω τούτου MSS. δείξαιμι, δικαίως ἂν ἁλίσκοιτο Κτησιφῶν· αἱρεῖ γὰρ αὐτὸν οὐχ ἡ κατηγορία ἡ ἐμή, ἀλλὰ τὰ δημόσια γράμματα.
25 πρότερον μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀντιγραφεὺς ἦν χειροτονητὸς τῇ πόλει, ὃς καθʼ ἑκάστην πρυτανείαν ἀπελογίζετο τὰς προσόδους τῷ δήμῳ· διὰ δὲ τὴν πρὸς Εὔβουλον γενομένην πίστιν ὑμῖν οἱ ἐπὶ τὸ θεωρικὸν κεχειροτονημένοι ἦρχον μέν, πρὶν ἢ τὸν Ἡγήμονος νόμον γενέσθαι, τὴν τοῦ ἀντιγραφέως ἀρχήν, ἦρχον δὲ τὴν τῶν ἀποδεκτῶν, καὶ νεωρίων ἦρχον, νεωρίων ἦρχον Kaibel: νεωρίων ἀρχήν MSS. καὶ σκευοθήκην ᾠκοδόμουν, ἦσαν δὲ καὶ ὁδοποιοί, καὶ σχεδὸν τὴν ὅλην διοίκησιν εἶχον τῆς πόλεως.
26 καὶ οὐ κατηγορῶν αὐτῶν οὐδʼ ἐπιτιμῶν λέγω, ἀλλʼ ἐκεῖνο ὑμῖν ἐνδείξασθαι βουλόμενος, βουλόμενος Cobet: βούλομαι MSS. ὅτι ὁ μὲν νομοθέτης, ἐάν τις μιᾶς ἀρχῆς τῆς ἐλαχίστης ὑπεύθυνος ᾖ, τοῦτον οὐκ ἐᾷ, πρὶν ἂν λόγου λόγουν Scheibe: λόγους MSS. καὶ εὐθύνας δῷ, στεφανοῦν, Κτησιφῶν δὲ Κτησιφῶν δὲ Blass: ὁ δὲ Κτησιφῶν MSS. Δημοσθένην τὸν συλλήβδην ἁπάσας τὰς Ἀθήνησιν ἀρχὰς ἄρχοντα οὐκ ὤκνησε γράψαι στεφανῶσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme