Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
58 ὅπου δὲ τούτων τὸ ἐναντιώτατον ἦν, σιωπήσαντι μὲν αὐτῷ τε αἴσχιστα ἀπολέσθαι μηδὲν ἀσεβήσαντι, ἔτι δὲ τὸν πατέρα περιιδεῖν ἀπολόμενον καὶ τὸν κηδεστὴν καὶ τοὺς συγγενεῖς καὶ ἀνεψιοὺς τοσούτους, οὓς οὐδεὶς ἄλλος ἀπώλλυεν ἢ ἐγὼ μὴ εἰπὼν ὡς ἕτεροι ἥμαρτον. Διοκλείδης μὲν γὰρ ψευσάμενος ἔδησεν αὐτούς, σωτηρία δὲ αὐτῶν ἄλλη οὐδεμία ἦν ἢ πυθέσθαι Ἀθηναίους πάντα τὰ πραχθέντα· φονεὺς οὖν αὐτῶν ἐγιγνόμην ἐγὼ μὴ εἰπὼν ὑμῖν ἃ ἤκουσα. ἔτι δὲ τριακοσίους Ἀθηναίων ἀπώλλυον, καὶ ἡ πόλις ἐν κακοῖς τοῖς μεγίστοις ἐγίγνετο.
59 ταῦτα μὲν οὖν ἦν ἐμοῦ μὴ εἰπόντος· εἰπὼν δὲ τὰ ὄντα αὐτός τε ἐσῳζόμην καὶ τὸν πατέρα ἔσῳζον καὶ τοὺς ἄλλους συγγενεῖς, καὶ τὴν πόλιν ἐκ φόβου καὶ κακῶν τῶν μεγίστων ἀπήλλαττον. φυγάδες δὲ διʼ ἐμὲ τέτταρες ἄνδρες ἐγίγνοντο, οἵπερ καὶ ἥμαρτον· τῶν δʼ ἄλλων, οἳ πρότεροντῶν δ’ ἄλλων, οἳ πρότερον Dobree: τῶν δ’ ἄλλων οἱ λοιποὶ πρότερον codd. ὑπὸ Τεύκρου ἐμηνύθησαν, οὔτε δήπου οἱ τεθνεῶτες διʼ ἐμὲ μᾶλλον ἐτέθνασαν, οὔτε οἱ φεύγοντες μᾶλλον ἔφευγον.
60 ταῦτα δὲ πάντα σκοπῶν ηὕρισκον, ὦ ἄνδρες, τῶν παρόντων κακῶν ταῦτα ἐλάχιστα εἶναι, εἰπεῖν τὰ γενόμενα ὡς τάχιστα καὶ ἐλέγξαι Διοκλείδην ψευσάμενον, καὶ τιμωρήσασθαι ἐκεῖνον, ὃς ἡμᾶς μὲν ἀπώλλυεν ἀδίκως, τὴν δὲ πόλιν ἐξηπάτα, ταῦτα δὲ ποιῶν μέγιστος εὐεργέτης ἐδόκει εἶναι καὶ χρήματα ἐλάμβανε.
61 διὰ ταῦτα εἶπον τῇ βουλῇ ὅτι εἰδείην τοὺς ποιήσαντας, καὶ ἐξήλεγξα τὰ γενόμενα, ὅτι εἰσηγήσατο μὲν πινόντων ἡμῶν ταύτην τὴν βουλὴν γενέσθαιγενέσθαι delevit Bekker. Εὐφίλητος, ἀντεῖπον δὲ ἐγώ, καὶ τότε μὲν οὐ γένοιτο διʼ ἐμέ, ὕστερον δʼ ἐγὼ μὲν Κυνοσάργει ἐπὶ πωλίον ὅ μοι ἦν ἀναβὰς ἔπεσον καὶ τὴν κλεῖν συνετρίβην καὶ τὴν κεφαλὴν κατεάγην, φερόμενός τε ἐπὶ κλίνης ἀπεκομίσθην οἴκαδε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme