67
ἐν οἷς ἐγώ, ὦ ἄνδρες, τῆς μὲν τύχης ᾗ ἐχρησάμην δικαίως ἂν ὑπὸ πάντων ἐλεηθείην, τῶν δὲ γενομένων ἕνεκα εἰκότως ἂνἂν add. Reiske. ἀνὴρ ἄριστος δοκοίην εἶναι, ὅστις εἰσηγησαμένῳ μὲν Εὐφιλήτῳ πίστιν τῶν ἐν ἀνθρώποις ἀπιστοτάτην ἠναντιώθην καὶ ἀντεῖπον καὶ ἐλοιδόρησα ἐκεῖνονἐκεῖνον Naber: ἐκείνῳ codd.: secl. Weidner ὧν ἦν ἄξιος, ἁμαρτόντων δʼ ἐκείνων τὴν ἁμαρτίαν αὐτοῖς συνέκρυψα, καὶ μηνύσαντος κατʼ αὐτῶν Τεύκρου οἱ μὲν αὐτῶν ἀπέθανον οἱ δʼ ἔφυγον, πρὶν ἡμᾶς ὑπὸ Διοκλείδου δεθῆναι καὶ μέλλειν ἀπολεῖσθαι. τότε δὲ ἀπέγραψα τέτταρας ἄνδρας, Παναίτιον, Διάκριτον, Λυσίστρατον, Χαιρέδημον·
68
οὗτοι μὲν ἔφυγον διʼ ἐμέ, ὁμολογῶ· ἐσώθη δέ γε ὁ πατήρ, ὁ κηδεστής, ἀνεψιοὶ τρεῖς, τῶν ἄλλων συγγενῶν ἑπτά, μέλλοντες ἀποθανεῖσθαι ἀδίκως· οἳ νῦν ὁρῶσι τοῦ ἡλίου τὸ φῶς διʼ ἐμέ, καὶ αὐτοὶ ὁμολογοῦσιν· ὁ δὲ τὴν πόλιν ὅλην συνταράξας καὶ εἰς τοὺς ἐσχάτους κινδύνους καταστήσας ἐξηλέγχθη, ὑμεῖς δὲ ἀπηλλάγητε μεγάλων φόβων καὶ τῶν εἰς ἀλλήλους ὑποψιῶν.
69
καὶ ταῦτʼ εἰ ἀληθῆ λέγω, ὦ ἄνδρες, ἀναμιμνῄσκεσθε, καὶ οἱ εἰδότεςεἰδότες Reiske: ἰδόντες codd. διδάσκετε τοὺς ἄλλους. σὺ δέ μοι αὐτοὺς κάλει τοὺς λυθέντας διʼ ἐμέ· ἄριστα γὰρ ἂν εἰδότες τὰ γενόμενα λέγοιεν εἰς τούτους. οὑτωσὶ δὲ ἔχει, ὦ ἄνδρες· μέχρι τούτου ἀναβήσονται καὶ λέξουσιν ὑμῖν, ἕως ἂν ἀκροᾶσθαι βούλησθε, ἔπειτα δʼ ἐγὼ περὶ τῶν ἄλλων ἀπολογήσομαι.
70
ΜάρτυρεςΜάρτυρες add. Reiske.
70
περὶ μὲν οὖν τῶν τότε γενομένων ἀκηκόατε πάντα καὶ ἀπολελόγηταί μοι ἱκανῶς, ὥς γʼ ἐμαυτὸν πείθω· εἰ δέ τίς τι ὑμῶν ποθεῖ ἢ νομίζει τι μὴ ἱκανῶς εἰρῆσθαι ἢ παραλέλοιπά τι, ἀναστὰς ὑπομνησάτω, καὶ ἀπολογήσομαι καὶ πρὸς τοῦτο· περὶ δὲ τῶν νόμων ἤδη ὑμᾶς διδάξω.
71
Κηφίσιος γὰρ οὑτοσὶ ἐνέδειξε μέν με κατὰ τὸν νόμον τὸν κείμενον, τὴν δὲ κατηγορίαν ποιεῖται κατὰ ψήφισμα πρότερον γενόμενον, ὃ εἶπεν Ἰσοτιμίδης, οὗἸσοτιμίδης, οὗ Reiske: εἰς ὅτι μηδ’ ἴσου codd. ἐμοὶ προσήκει οὐδέν. ὁ μὲν γὰρ εἶπεν εἴργεσθαι τῶν ἱερῶν τοὺς ἀσεβήσαντας καὶ ὁμολογήσαντας, ἐμοὶ δὲ τούτων οὐδέτερα πεποίηται· οὔτε ἠσέβηται οὔτε ὡμολόγηται.