Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
5 ἐγὼ δέ, ὦ ἄνδρες, πολὺ τὴν ἐναντίαν τούτοις γνώμην ἔχω. ἄλλοθί τε γὰρ ὢν πάντα τὰ ἀγαθὰ ἔχειν στερόμενος τῆς πατρίδος οὐκ ἂν δεξαίμην· τῆς τετε add. Sluiter. πόλεως οὕτω διακειμένης ὥσπερ αὐτοὶ οἱ ἐχθροὶ λέγουσι, πολύ γʼ ἂνγ’ ἂν Valckenaer: δ’ ἂν codd. αὐτῆς μᾶλλον ἐγὼ πολίτης δεξαίμην εἶναι ἢ ἑτέρων πόλεων, αἳ ἴσως πάνυ μοι δοκοῦσιν ἐν τῷ παρόντι εὐτυχεῖν, ἅπερ γιγνώσκων ἐπέτρεψα διαγνῶναι ὑμῖν περὶ τοῦ σώματος τοῦ ἐμαυτοῦ.
6 αἰτοῦμαι οὖν ὑμᾶς, ὦ ἄνδρες, εὔνοιαν πλείω παρασχέσθαι ἐμοὶ τῷ ἀπολογουμένῳ ἢ τοῖς κατηγόροις, εἰδότας ὅτι κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἀνάγκη τὸν ἀπολογούμενον ἔλαττον ἔχειν. οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύσαντες καὶ συνθέντες, αὐτοὶ ἄνευ κινδύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο· ἐγὼ δὲ μετὰ δέους καὶ κινδύνου καὶ διαβολῆς τῆς μεγίστης τὴν ἀπολογίαν ποιοῦμαι. εἰκὸς οὖν ὑμᾶς ἐστιν εὔνοιαν πλείω παρασχέσθαι ἐμοὶ ἢ τοῖς κατηγόροις.
7 ἔτι δὲ καὶ τόδε ἐνθυμητέον, ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑμᾶς πολὺ ἂν ἥδιον δίκην λαβεῖν παρὰ τῶν κατηγόρων ἢ παρὰ τῶν κατηγορουμένων· οἱ δὲ αὖ, μαρτυρήσαντες τὰ ψευδῆ ἀδίκως ἀνθρώπους ἀπολέσαντες, ἑάλωσαν παρʼ ὑμῖν ψευδομαρτυρίων, ἡνίκʼ οὐδὲν ἦν ἔτι πλέον τοῖς πεπονθόσιν. ὁπότʼ οὖν ἤδη πολλὰ τοιαῦτα γεγένηται,γεγένηται Dobree, coll. Lys. 19.4: γεγένηνται codd. εἰκὸς ὑμᾶς ἐστι μήπω τοὺς τῶν κατηγόρων λόγους πιστοὺς ἡγεῖσθαι. εἰ μὲν γὰρ δεινὰ κατηγόρηται ἢ μή, οἷόν τε γνῶναι ἐκ τῶν τοῦ κατηγόρου λόγων· εἰ δὲ ἀληθῆ ταῦτά ἐστιν ἢ ψευδῆ, οὐχ οἷόν τε ὑμᾶς πρότερον εἰδέναι πρὶν ἂν καὶ ἐμοῦ ἀκούσητε ἀπολογουμένου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme