109
ὑμεῖς οὖν καὶ αὐτοὶ ὕστερον, κακῶν οὐκ ἐλαττόνων ἢ ἐκείνοις γεγενημένων, ἀγαθοὶ ἐξ ἀγαθῶν ὄντες ἀπέδοτε τὴν ὑπάρχουσαν ἀρετήν· ἠξιώσατε γὰρ τούς τε φεύγοντας καταδέξασθαι καὶ τοὺς ἀτίμους ἐπιτίμους ποιῆσαι. τί οὖν ὑμῖν ὑπόλοιπόν ἐστι τῆς ἐκείνων ἀρετῆς; μὴ μνησικακῆσαι, εἰδότας, ὦ ἄνδρες, ὅτι ἡ πόλις ἐκ πολὺ ἐλάττονος ἀφορμῆς ἐν τῷ ἔμπροσθεν χρόνῳ μεγάλη καὶ εὐδαίμων ἐγένετο· ἃ καὶκαὶ add. Blass. νῦν αὐτῇ ὑπάρχει, εἰ ἐθέλοιμεν οἱ πολῖται σωφρονεῖν τε καὶ ὁμονοεῖν ἀλλήλοις.
110
κατηγόρησαν δέ μου καὶ περὶ τῆς ἱκετηρίας, ὡς καταθείην ἐγὼ ἐν τῷ Ἐλευσινίῳ, νόμος δʼ εἴηδ’ εἴη Bekker: δὲ ἦνcodd. πάτριος, ὃς ἂν θῇ ἱκετηρίαν μυστηρίοις, τεθνάναι. καὶ οὕτως εἰσὶ τολμηροὶ ὥσθʼ ἃ αὐτοὶ κατεσκεύασαν, οὐκ ἀρκεῖ αὐτοῖς ὅτι οὐ κατέσχον ἃ ἐπεβούλευσαν, ἀλλὰ καὶ κατηγορίαν ἐμοῦ ποιοῦνται ὡς ἀδικοῦντος.
111
ἐπειδὴ γὰρ ἤλθομεν Ἐλευσινόθεν καὶ ἡ ἔνδειξις ἐγεγένητο, προσῄει τοῖς πρυτάνεσιντοῖς πρυτάνεσιν add. Blass. ὁ βασιλεὺς περὶ τῶν γεγενημένων Ἐλευσῖνι κατὰ τὴν τελετήν, ὥσπερ ἔθος ἐστίν· οἱ δὲ πρυτάνεις προσάξειν ἔφασαν αὐτὸν πρὸς τὴν βουλήν, ἐπαγγεῖλαίἐπαγγεῖλαι Bekker: ἀπαγγεῖλαι codd. τʼ ἐκέλευον ἐμοί τε καὶ Κηφισίῳ παρεῖναι εἰς τὸ Ἐλευσίνιον· ἡ γὰρ βουλὴ ἐκεῖ καθεδεῖσθαι ἔμελλε κατὰ τὸν Σόλωνος νόμον, ὃς κελεύει τῇ ὑστεραίᾳ τῶν μυστηρίων ἕδραν ποιεῖν ἐν τῷ Ἐλευσινίῳ. καὶ παρῆμεν κατὰ τὰ προειρημένα.
112
καὶ ἡ βουλὴ ἐπειδὴ ἦν πλήρης, ἀναστὰς Καλλίας ὁ Ἱππονίκου τὴν σκευὴν ἔχων λέγει ὅτι ἱκετηρία κεῖται ἐπὶ τοῦ βωμοῦ, καὶ ἔδειξεν αὐτοῖς. κᾆθʼ ὁ κῆρυξ ἐκήρυττε τίς τὴν ἱκετηρίαν καταθείη, καὶ οὐδεὶς ὑπήκουεν. ἡμεῖς δὲ παρέσταμεν, καὶ οὗτος ἡμᾶς ἑώρα. ἐπειδὴ δὲ οὐδεὶς ὑπήκουεν καὶ ᾤχετο εἰσιὼν ὁὁ add. Blass. Post εἰσίων interpungunt alii, inter praeconem Euclemque distinguentes. ἐπεξελθὼν Εὐκλῆς οὑτοσί, — καί μοι κάλει αὐτόν. πρῶτα μὲν οὖν ταῦτα εἰ ἀληθῆ λέγω, μαρτύρησον, Εὔκλεις.
113
ΜαρτυρίαΜαρτυρία add. Ald.