Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
113 ὡς μὲν ἀληθῆ λέγω, μεμαρτύρηται· πολὺ δέ μοι δοκεῖ τὸ ἐναντίον εἶναι ἢ οἱ κατήγοροι εἶπον. ἔλεξαν γάρ, εἰ μέμνησθε, ὅτι αὐτώ με τὼ θεὼ παραγάγοιενπαραγάγοιεν Dobree: περιαγάγοιεν codd. ὥστε θεῖναι τὴν ἱκετηρίαν μὴ εἰδότα τὸν νόμον, ἵνα δῶ δίκην. ἐγὼ δέ, ὦ ἄνδρες, εἰ ὡς μάλιστα ἀληθῆ λέγουσιν οἱ κατήγοροι, ὑπʼ αὐτοῖν μεμε Reiske: μὲν codd. φημὶ τοῖν θεοῖν σεσῷσθαι.
114 εἰ γὰρ ἔθηκα μὲν τὴν ἱκετηρίαν, ὑπήκουσα δὲ μή, ἄλλο τι ἢ αὐτὸς μὲν αὑτὸν ἀπώλλυον τιθεὶς τὴν ἱκετηρίαν, ἐσῳζόμην δὲ τῇ τύχῃ διὰ τὸ μὴ ὑπακοῦσαι, δῆλον ὅτι διὰ τὼ θεώ; εἰ γὰρ ἐβουλέσθην με ἀπολλύναι τὼ θεώ, ἐχρῆν δήπου καὶ μὴ θέντα με τὴν ἱκετηρίαν ὁμολογῆσαι. ἀλλʼ οὔτε ὑπήκουσα οὔτʼ ἔθηκα.
115 ἐπειδὴ δʼ ἔλεγε τῇ βουλῇ Εὐκλῆς ὅτι οὐδεὶς ὑπακούοι, πάλιν ὁ Καλλίας ἀναστὰςἀναστὰς Baiter: στὰς codd. ἔλεγεν ὅτι εἴη νόμος πάτριος, εἴ τις ἱκετηρίαν θείη ἐν τῷ Ἐλευσινίῳ, ἄκριτον ἀποθανεῖν, καὶ ὁ πατήρ ποτʼ αὐτοῦ Ἱππόνικος ἐξηγήσαιτοἐξηγήσαιτο Dobree: ἐξηγήσατο codd. ταῦτα Ἀθηναίοις, ἀκούσειε δὲ ὅτι ἐγὼ θείην τὴν ἱκετηρίαν. ἐντεῦθεν ἀναπηδᾷ Κέφαλος οὑτοσὶ καὶ λέγει·
116 ὦ Καλλία, πάντων ἀνθρώπων ἀνοσιώτατε, πρῶτον μὲν ἐξηγῇ Κηρύκων ὤν,Κηρύκων ὤν Reiske: κηρύκων ὧν codd. οὐχ ὅσιον ὄνὄν add. Frohberger. σοι ἐξηγεῖσθαι· ἔπειτα δὲ νόμον πάτριον λέγεις, ἡ δὲ στήλη παρʼ ᾗ ἕστηκας χιλίας δραχμὰς κελεύει ὀφείλειν, ἐάν τις ἱκετηρίαν θῇ ἐν τῷ Ἐλευσινίῳ. ἔπειτα δὲ τίνος ἤκουσας ὅτι Ἀνδοκίδης θείη τὴν ἱκετηρίαν; κάλεσον αὐτὸν τῇ βουλῇ, ἵνα καὶ ἡμεῖς ἀκούσωμεν. ἐπειδὴ δὲ ἀνεγνώσθη ἡ στήλη κἀκεῖνος οὐκ εἶχεν εἰπεῖν ὅτου ἤκουσε, καταφανὴς ἦν τῇ βουλῇ αὐτὸς θεὶς τὴν ἱκετηρίαν.
117 φέρε δὴ τοίνυν, ὦ ἄνδρες — τάχα γὰρ ἂν αὐτὸ βούλοισθεβούλοισθε Dobree: βούλεσθε codd. πυθέσθαι —, ὁ δὲ Καλλίας τί βουλόμενος ἐτίθη τὴν ἱκετηρίαν; ἐγὼ δὲ ὑμῖν διηγήσομαι ὧν ὑπʼ αὐτοῦ ἕνεκα ἐπεβουλεύθην. Ἐπίλυκος ἦν ὁ Τεισάνδρου θεῖός μοι, ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς· ἀπέθανε δὲ ἐν Σικελίᾳ ἄπαις ἀρρένων παίδων, θυγατέρας δὲ δύο καταλιπών, αἳ ἐγίγνοντο εἴς τε ἐμὲ καὶ Λέαγρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme