Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
123 εἶπον αὐτῷ καὶ κατηγορεῖν καὶ παρασκευάζειν ἄλλους· εἰ δʼ ἐγὼ αὐτὸν ἀποφεύξομαιἀποφεύξομαι Bekker: ἀποφεύξαιμι codd. καὶ γνώσονται Ἀθηναῖοι περὶ ἐμοῦ τὰ δίκαια, ἐγὼ αὐτὸν οἶμαι περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἐν τῷ μέρει κινδυνεύσειν. ἅπερ αὐτὸν οὐ ψεύσομαι, ἐὰν ὑμῖν, ὦ ἄνδρες, δοκῇ. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς μάρτυρας.
124 Μάρτυρες
124 ἀλλὰ γὰρ τὸν υἱὸν αὐτοῦ τοῦτον, ᾧ λαχεῖν ἠξίωσε τῆς Ἐπιλύκου θυγατρός, σκέψασθε πῶς γέγονε καὶ πῶς ἐποιήσατʼ αὐτόν· ταῦτα γὰρ καὶ ἄξιον ἀκοῦσαι, ὦ ἄνδρες. γαμεῖ μὲν Ἰσχομάχου θυγατέρα· ταύτῃ δὲ συνοικήσας οὐδʼ ἐνιαυτὸν τὴν μητέρα αὐτῆς ἔλαβε, καὶ συνῴκει ὁ πάντων σχετλιώτατος ἀνθρώπων τῇ μητρὶ καὶ τῇ θυγατρί, ἱερεὺς ὢν τῆς μητρὸς καὶ τῆς θυγατρός, καὶ εἶχεν ἐν τῇ οἰκίᾳ ἀμφοτέρας.
125 καὶ οὗτος μὲν οὐκ ᾐσχύνθη οὐδʼ ἔδεισε τὼ θεώ· ἡ δὲ τοῦ Ἰσχομάχου θυγάτηρ τεθνάναι νομίσασα λυσιτελεῖν ἢ ζῆν ὁρῶσα τὰ γιγνόμενα, ἀπαγχομένη μεταξὺ κατεκωλύθη,κατεκωλύθη Sluiter: κατεκλίθη codd. καὶ ἐπειδὴ ἀνεβίω, ἀποδρᾶσαἀποδρᾶσα Bekker: ἀποδράσασα. ἐκ τῆς οἰκίας ᾤχετο, καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα. ταύτης δʼ αὖ διαπεπλησμένος ἐξέβαλε καὶ ταύτην. ἡ δʼ ἔφη κυεῖν ἐξ αὐτοῦ· καὶ ἐπειδὴ ἔτεκεν υἱόν, ἔξαρνος ἦν μὴ εἶναι ἐξ αὐτοῦ τὸ παιδίον.
126 λαβόντες δὲ οἱ προσήκοντες τῇ γυναικὶ τὸ παιδίον ἧκον ἐπὶ τὸν βωμὸν Ἀπατουρίοις, ἔχοντες ἱερεῖον, καὶ ἐκέλευον κατάρξασθαι τὸν Καλλίαν. ὁ δʼ ἠρώτα τίνος εἴη τὸ παιδίον· ἔλεγον Καλλίου τοῦ Ἱππονίκου. ἐγώ εἰμι οὗτος. καὶ ἔστι γε σὸν τὸ παιδίον. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν μὴ εἶναί οἱοἱ add. Muretus. υἱὸν ἄλλον μηδὲ γενέσθαι πώποτε, εἰ μὴ Ἱππόνικον ἐκ τῆς Γλαύκωνος θυγατρός· ἢ ἐξώλη εἶναι καὶ αὐτὸν καὶ τὴν οἰκίαν, ὥσπερ ἔσται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme