135
ἃ οὗτοι γνόντες ἔδοσαν σφίσιν αὐτοῖς λόγον, ὅτι ἅνθρωποςἄνθρωπος Blass: ἄνθρωπος codd. οὑτοσὶ οὔτε αὐτὸς λήψεται τῶν κοινῶν χρημάτων οὔθʼ ἡμᾶς ἐάσει, φυλάξει δὲ καὶ ἐμποδὼν ἔσται διανείμασθαι τὰ κοινά· πρὸς δὲ τούτοις, ὃν ἂν ἡμῶν ἀδικοῦντα λάβῃ, εἰσάξει εἰς τὸ πλῆθος τὸτὸ Fuhr: τῶν codd. Ἀθηναίων καὶ ἀπολεῖ. δεῖ οὖν τοῦτον ἐκποδὼν ἡμῖνἡμῖν Reiske: ὑμῖν codd. εἶναι καὶ δικαίως καὶ ἀδίκως.
136
ταῦτα μὲν οὖν, ὦ ἄνδρες δικασταί, τούτοις ποιητέα ἦν, ὑμῖν δέ γε τὸτὸ add. Sluiter. ἐναντίον τούτων· ὡςὡς Blass: τοὺς codd. γὰρ πλείστους εἶναι ὑμῖνὑμῖν Reiske: ἡμῖν codd. ἤθελον ἂν τοιούσδε οἷόσπερ ἐγώ, τούτους δὲ μάλιστα μὲνμὲν add. Bekker. ἀπολωλέναι, εἰ δὲ μή, εἶναι τοὺς μὴ ἐπιτρέψοντας αὐτοῖς, οἷς καὶ προσήκει ἀνδράσιν εἶναι καὶ ἀγαθοῖς καὶ δικαίοις περὶ τὸ πλῆθος τὸ ὑμέτερον, καὶ βουλόμενοι δυνήσονται εὖ ποιεῖν ὑμᾶς. ἐγὼ οὖν ὑμῖν ὑπισχνοῦμαι ἢ παύσειν τούτους ταῦτα ποιοῦντας καὶ βελτίους παρέξειν, ἢ εἰς ὑμᾶς εἰσαγαγὼν κολάσειν τοὺς ἀδικοῦντας αὐτῶν.
137
κατηγόρησαν δέ μου καὶ περὶ τῶν ναυκληριῶν καὶ περὶ τῆς ἐμπορίας, ὡς ἄρα οἱ θεοὶ διὰ τοῦτό με ἐκ τῶν κινδύνων σῴσαιεν, ἵνα ἐλθὼν δεῦρο, ὡς ἔοικεν, ὑπὸ Κηφισίου ἀπολοίμην. ἐγὼ δέ, ὦ Ἀθηναῖοι, οὐκ ἀξιῶ τοὺς θεοὺς τοιαύτην γνώμην ἔχειν, ὥστʼ εἰ ἐνόμιζον ὑπʼ ἐμοῦ ἀδικεῖσθαι, λαμβάνοντάς με ἐν τοῖς μεγίστοις μεγίστοις κινδύνοις μὴ τιμωρεῖσθαι. τίς γὰρ κίνδυνος μείζων ἀνθρώποις ἢ χειμῶνος ὥρᾳ πλεῖν τὴν θάλατταν; ἐν οἷς ἔχοντες μὲν τὸ σῶμα τοὐμόν, κρατοῦντες δὲ τοῦ βίου καὶ τῆς οὐσίας τῆς ἐμῆς, εἶτα ἔσῳζον;
138
οὐκ ἐξῆνοὐκ ἐξῆν Stephanus: οὐ πεζὴν codd. αὐτοῖς ποιῆσαι μηδὲ ταφῆς τὸ σῶμα ἀξιωθῆναι; ἔτι δὲ πολέμου γενομένου καὶ τριήρων ἀεὶ κατὰ θάλατταν οὐσῶν καὶ λῃστῶν, ὑφʼ ὧν πολλοὶ ληφθέντες, ἀπολέσαντες τὰ ὄντα, δουλεύοντες τὸν βίον διετέλεσαν, οὔσης δὲ χώρας βαρβάρου, εἰς ἣν πολλοὶ ἤδη ἐκπεσόντες αἰκείαις ταῖς μεγίσταις περιέπεσον καὶ τὰ σφέτερα αὐτῶν σώματα αἰκισθέντες ἀπέθανον,