Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
14 πρώτη μέν, ὦ ἄνδρες, μήνυσις ἐγένετο αὕτη ὑπὸ Ἀνδρομάχου κατὰ τούτων τῶν ἀνδρῶν. καὶ μοι κάλει Διόγνητον. Μάρτυς ἦσθα ζητητής, ὦ Διόγνητε, ὅτε Πυθόνικος εἰσήγγειλεν ἐν τῷ δήμῳ περὶ Ἀλκιβιάδου; ἦ.ἦ Blass: ἦν codd. οἶσθα οὖν μηνύσαντα Ἀνδρόμαχον τὰ ἐν τῇ οἰκίᾳ τῇ Πουλυτίωνος γιγνόμενα; οἶδα. τὰ ὀνόματα οὖν τῶν ἀνδρῶν ἐστι ταῦτα, καθʼ ὧν ἐκεῖνος ἐμήνυσεν; ἔστι ταῦτα.
15 δευτέρα τοίνυν μήνυσις ἐγένετο. Τεῦκρος ἦν ἐνθάδε μέτοικος, ὃς ᾤχετο Μέγαράδε ὑπεξελθών, ἐκεῖθεν δὲ ἐπαγγέλλεται τῇ βουλῇ, εἴ οἱ ἄδειαν δοῖεν, μηνύσειν περί τετε add. Blass, coll. sec. 34. τῶν μυστηρίων, συνεργὸς ὤν, καὶ τοὺς ἄλλους τοὺς ποιοῦντας μεθʼ ἑαυτοῦ, καὶ περὶ τῶν Ἑρμῶν τῆς περικοπῆς ἃ ᾔδει. ψηφισαμένης δὲ τῆς βουλῆς — ἦν γὰρ αὐτοκράτωρ — ᾤχοντο ἐπʼ αὐτὸν Μέγαράδε· καὶ κομισθείς, ἄδειαν εὑρόμενος, ἀπογράφει τοὺς μεθʼ ἑαυτοῦ. καὶ οὗτοι κατὰ τὴν Τεύκρου μήνυσιν ᾤχοντο φεύγοντες. καί μοι λαβὲ καὶ ἀνάγνωθι τὰ ὀνόματα αὐτῶν. Ὀνόματα.—τούσδε Τεῦκρος ἐμήνυσε· Φαῖδρον, Γνιφωνίδην, Ἰσόνομον, Ἡφαιστόδωρον, Κηφισόδωρον, ἑαυτόν, Διόγνητον, Σμινδυρίδην, Φιλοκράτη, Ἀντιφῶντα, Τείσαρχον, Παντακλέα.
15 μέμνησθε δέ, ὦ ἄνδρες, ὅτιὅτι om. A pr. καὶ ταῦθʼ ὑμῖν προσομολογεῖται ἅπαντα.
16 τρίτη μήνυσις ἐγένετο. ἡ γυνὴ Ἀλκμεωνίδου,Ἀλκμεωνίδου Blass: ἀλκμαιονίδου codd. γενομένη δὲ καὶ Δάμωνος — Ἀγαρίστη ὄνομα αὐτῇ — αὕτη ἐμήνυσεν ἐν τῇ οἰκίᾳ τῇ Χαρμίδου τῇ παρὰ τὸ ὈλύμπιεῖονὈλυμπιεῖον Reiske: ὀλύμπιον codd. μυστήρια ποιεῖν Ἀλκιβιάδην καὶ Ἀξίοχον καὶ Ἀδείμαντον· καὶ ἔφυγονἔφυγον Blass, coll. sec. 26, 35, etc.: ἔφευγον codd. οὗτοι πάντες ἐπὶ ταύτῇ τῇ μηνύσει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme