Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
20 καίτοι τί ἐβουλόμην, εἰ ἐμήνυσα μὲν κατὰ τοῦ πατρός, ὡς οὗτοί φασιν, ἱκέτευον δὲ τὸν πατέρα μείναντά τι παθεῖν ὑπʼ ἐμοῦ; καὶ ὁ πατὴρ ἐπείσθη ἀγῶνα τοιοῦτον ἀγωνίσασθαι, ἐν ᾧ δυοῖν τοῖν μεγίστοιν κακοῖν οὐκ ἦν αὐτῷ ἁμαρτεῖν· ἢ γὰρ ἐμοῦ δόξαντος τὰ ὄντα μηνῦσαι κατʼ ἐκείνου ὑπʼ ἐμοῦ ἀποθανεῖν, ἢ αὐτῷ σωθέντι ἐμὲ ἀποκτεῖναι. ὁ γὰρ νόμος οὕτως εἶχεν· εἰ μὲν τἀληθῆ μηνύσειέ τις, εἶναι τὴν ἄδειαν, εἰ δὲ τὰτὰ om. A pr. ψευδῆ, τεθνάναι. καὶ μὲν δὴ τοῦτό γε ἐπίστασθε πάντες, ὅτι ἐσώθην καὶ ἐγὼ καὶ ὁ ἐμὸς πατήρ· οἷόν τε δʼ οὐκ ἦν, εἴπερ ἐγὼ μηνυτὴς ἐγενόμην περὶ τοῦ πατρός, ἀλλʼ ἢ ἐμὲ ἢ ἐκεῖνον ἔδει ἀποθανεῖν.
21 φέρε δὴ τοίνυν, εἰ καὶ ὁ πατὴρ ἐβούλετο ὑπομένειν, τοὺς φίλους ἂν οἴεσθε ἢ ἐπιτρέπειν αὐτῷ μένειν ἢ ἐγγυήσασθαι, ἀλλʼ οὐκ ἂν παραιτεῖσθαι καὶ δεῖσθαι ἀπιέναι ὅπου ἂνἂν del. Dobree. ἔμελλεν αὐτὸςαὐτὸς om. A pr. σωθήσεσθαι ἐμέ τε οὐκ ἀπολεῖν;
22 ἀλλὰ γὰρ καὶ ὅτε Σπεύσιππον ἐδίωκεν ὁ πατὴρ τῶν παρανόμων, αὐτὰ ταῦτα ἔλεγεν, ὡς οὐδεπώποτε ἔλθοιἔλθοι apogr.: ἔλθη A. εἰς Θημακὸν ὡς Φερεκλέα· ἐκέλευε δὲ βασανίσαι τὰ ἀνδράποδα, καὶ μὴ τοὺς μὲν παραδιδόντας μὴ ἐθέλειν ἐλέγχειν, τοὺς δὲ μὴ θέλοντας ἀναγκάζειν. ταῦτα δὲ λέγοντος τοῦ πατρὸς τοῦ ἐμοῦ, ὡς ἅπαντες ἴστε, τί ὑπελείπετο τῷ Σπευσίππῳ λέγειν, εἰ ἀληθῆ οἵδε λέγουσιν, ἀλλʼ ἢ ὦ Λεωγόρα, τί βούλῃ περὶ θεραπόντων λέγειν; οὐχ ὁ υἱὸς οὑτοσὶ μεμήνυκε κατὰ σοῦ, καί φησί σε παρεῖναι ἐν Θημακῷ; ἔλεγχε σὺ τὸν πατέρα, ἢ οὐκ ἔστι σοι ἄδεια. ταυτὶ ἔλεγεν ἂν ὁ Σπεύσιππος, ὦ ἄνδρες, ἢ οὔ; ἐγὼ μὲν οἶμαι.
23 εἰ τοίνυν ἀνέβην ἐπὶ δικαστήριον, ἢ λόγος τις περὶ ἐμοῦ ἐγένετο, ἢ μήνυσίς τις ἐμὴ ἔστιν ἢἢ Reiske: ἡ codd. ἀπογραφή, μὴ ὅτι ἐμὴ καθʼ ἑτέρου, ἀλλʼ εἰ καὶ ἄλλου τινὸς κατʼ ἐμοῦ, ἐλεγχέτω με ὁ βουλόμενος ἐνταῦθα ἀναβάς. ἀλλὰ γὰρ λόγον ἀνοσιώτερον καὶ ἀπιστότερονἀνοσιώτερον καὶ ἀπιστότερον Reiske: ἀνοσιώτατον καὶ ἀπιστότατον codd. οὐδένας πώποτʼ ἐγὼ εἰπόντας οἶδα, οἳ τοῦτο μόνον ἡγήσαντο δεῖν, τολμῆσαι κατηγορῆσαι· εἰ δʼ ἐλεγχθήσονται ψευδόμενοι, οὐδὲν αὐτοῖς ἐμέλησεν. ὥσπερ οὖν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme