29
περὶ μὲν τῶν μυστηρίων, ὦ ἄνδρες, ὧν ἕνεκα ἡ ἔνδειξις ἐγένετο καὶ περὶ ὧν ὑμεῖς οἱ μεμυημένοι εἰσεληλύθατε, ἀποδέδεικταί μοι ὡς οὔτε ἠσέβηκα οὔτε μεμήνυκαμεμήνυκα vulg.: μεμύηκα A pr.: μεμύνηκα A corr. περὶ οὐδενὸς οὔτε ὡμολόγηκα περὶ αὐτῶν, οὐδὲ ἔστι μοι ἁμάρτημα περὶ τὼ θεὼ οὔτε μεῖζον οὔτʼ ἔλαττον οὐδὲ ἕν. ὅπερ ἐμοὶ περὶ πλείστου ἐστὶν ὑμᾶς πεῖσαι. καὶ γὰρ οἱ λόγοι τῶν κατηγόρων, οἳLocus vexatus. οἳ add. Blass: καὶ λόγους εἶπον del. Helbig: alii alia. ταῦτα τὰ δεινὰ καὶ φρικώδη ἀνωρθίαζον, καὶ λόγους εἶπον ὡς πρότερον ἑτέρων ἁμαρτόντων καὶ ἀσεβησάντων περὶ τὼ θεώ, οἷα ἕκαστος αὐτῶν ἔπαθε καὶ ἐτιμωρήθη — τούτων οὖν ἐμοὶ τῶν λόγων ἢ τῶν ἔργων τί προσήκει;
30
ἐγὼ γὰρ πολὺ μᾶλλον ἐκείνων κατηγορῶ, καὶ διʼ αὐτὸ τοῦτό φημι δεῖν ἐκείνους μὲν ἀπολέσθαι, ὅτι ἠσέβησαν, ἐμὲ δὲ σῴζεσθαι, ὅτι οὐδὲν ἡμάρτηκα. ἤ δεινόν γʼ ἂν εἴη, εἰ ἐμοὶ ὀργίζοισθε ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασι, καὶ τὴν εἰς ἐμὲ διαβολὴν εἰδότες ὅτι ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν λέγεται, κρείττω τῆς ἀληθείας ἡγήσαισθε.ἡγήσαισθε Reiske: ἡγήσεσθε codd. δῆλον γὰρ ὅτιδῆλον γὰρ ὅτι Naber: δηλονότι γὰρ codd. τοῖς μὲν ἡμαρτηκόσι τὰ τοιαῦτα ἁμαρτήματα οὐκ ἔστιν ἀπολογία ὡς οὐκ ἐποίησαν· ἡ γὰρ βάσανος δεινὴ παρὰ τοῖς εἰδόσιν· ἐμοὶ δὲ ὁ ἔλεγχος ἥδιστος, ἐν οἷς ὑμῶν οὐδέν με δεῖ δεόμενον οὐδὲ παραιτούμενον σωθῆναι ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ, ἀλλʼ ἐλέγχοντα τοὺς τῶν κατηγόρων λόγους καὶ ὑμᾶς ἀναμιμνῄσκονταἀναμιμνῄσκοντα Reiske: ἀναμιμνήσκω codd. τὰ γεγενημένα,
31
οἵ τινες ὅρκους μεγάλους ὀμόσαντες οἴσετε τὴν ψῆφον περὶ ἐμοῦ, καὶ ἀρασάμενοιἀρασάμενοι A corr.: ἀράμενοι vel ἀσάμενοι A pr. τὰς μεγίστας ἀρὰς ὑμῖν τε αὐτοῖς καὶ παισὶ τοῖς ὑμετέροις αὐτῶν, ἦ μὴν ψηφιεῖσθαι περὶ ἐμοῦ τὰ δίκαια, πρὸς δὲ τούτοις μεμύησθε καὶ ἑοράκατε τοῖν θεοῖν τὰ ἱερά, ἵνα τιμωρήσητε μὲν τοὺς ἀσεβοῦντας, σῴζητε δὲ τοὺς μηδὲν ἀδικοῦντας.