Thesauros Literature Oratory Περὶ τῆς ἑαυτοῦ καθόδου

Περὶ τῆς ἑαυτοῦ καθόδου

Περὶ τῆς ἑαυτοῦ καθόδου Andocides ca. 440-ca. 390 B.C
12 καὶ οἱ ἄνδρες ἐκεῖνοι ἐκ τούτων παρεσκευασμένοι ἐνίκησαν μετὰ ταῦτα Πελοποννησίους ναυμαχοῦντες, καὶ τὴν πόλιν ταύτην μόνοι ἀνθρώπων ἔσῳσαν ἐν τῷ τότε χρόνῳ. εἰ τοίνυν μεγάλων ἀγαθῶν αἴτιααἴτια Blass: ἄξια codd. ὑμᾶς ἠργάσαντο ἐκεῖνοι, μέρος ἐγὼ οὐκ ἂν ἐλάχιστον δικαίως ταύτης τῆς αἰτίας ἔχοιμι. εἰ γὰρ τοῖς ἀνδράσιν ἐκείνοις τότε τὰ ἐπιτήδεια μὴ εἰσήχθη, οὐ περὶ τοῦ σῷσαι τὰς Ἀθήνας ὁ κίνδυνος ἦν αὐτοῖς μᾶλλον ἢ περὶ τοῦ μηδʼ αὐτοὺς σωθῆναι.
13 τούτων τοίνυν οὕτως ἐχόντων οὐκ ὀλίγῳ μοι παρὰ γνώμην ηὑρέθη τὰ ἐνταῦθα πράγματα ἔχοντα. κατέπλευσα μὲν γὰρ ὡς ἐπαινεθησόμενος ὑπὸ τῶν ἐνθάδε προθυμίας τε ἕνεκα καὶ ἐπιμελείας τῶν ὑμετέρων πραγμάτων· πυθόμενοι δέ τινές με ἥκοντα τῶν τετρακοσίων ἐζήτουν τε παραχρῆμα, καὶ λαβόντες ἤγαγον εἰς τὴν βουλήν.
14 εὐθὺς δὲ παραστάς μοι Πείσανδρος ἄνδρες ἔφη βουλευταί, ἐγὼ τὸν ἄνδρα τοῦτον ἐνδεικνύω ὑμῖν σῖτόν τε εἰς τοὺς πολεμίους εἰσαγαγόντα καὶ κωπέας. καὶ τὸ πρᾶγμα ἤδη πᾶν διηγεῖτο ὡς ἐπέπρακτο. ἐν δὲ τῶ τότε τὰ ἐναντία φρονοῦντες δῆλοι ἦσαν ἤδη οἱ ἐπὶ στρατιᾶς ὄντες τοῖς τετρακοσίοις.
15 κἀγώ — θόρυβος γὰρ δὴ τοιοῦτος ἐγίγνετο τῶν βουλευτῶν — καὶκαὶ del. Reiske. Verbum post καὶ excidisse putat Fuhr. ἐπειδὴ ἐγίγνωσκον ἀπολούμενος, εὐθὺς προσπηδῶ πρὸς τὴν ἑστίαν καὶ λαμβάνομαι τῶν ἱερῶν. ὅπερ μοι καὶ πλείστου ἄξιον ἐγένετοἐγένετο Emperius: ἐγίνετο codd. ἐν τῷ τότε· εἰς γὰρ τοὺς θεοὺς ἔχοντα ὀνείδη οὗτοί μεἔχοντα ὀνείδη οὗτοί με Sauppe: εἶχον τὰ ὀνείδη οὗτοι, οἵ με codd. μᾶλλον τῶν ἀνθρώπων ἐοίκασι κατελεῆσαι, βουληθέντων τε αὐτῶν ἀποκτεῖναί με οὗτοι ἦσαν οἱ διασῴσαντες. δεσμά τε ὕστερον καὶ κακὰ ὅσα τε καὶ οἷα τῷ σώματι ἠνεσχόμην, μακρὸν ἂν εἴη μοι λέγειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme