Thesauros Literature Oratory Περὶ τῆς ἑαυτοῦ καθόδου

Περὶ τῆς ἑαυτοῦ καθόδου

Περὶ τῆς ἑαυτοῦ καθόδου Andocides ca. 440-ca. 390 B.C
16 οὗ δὴ καὶ μάλιστʼ ἐμαυτὸν ἀπωλοφυράμην· ὅστις τοῦτο μὲν ἐν ᾧ ἐδόκει ὁ δῆμος κακοῦσθαι, ἐγὼ ἀντὶ τούτου κακὰ εἶχον, τοῦτο δὲ ἐπειδὴ ἐφαίνετο εὖεὖ add. Ald. ὑπʼ ἐμοῦ πεπονθώς, πάλιν αὖ καὶ διὰ τοῦτʼ ἐγὼ ἀπωλλύμην.ἀπωλλύμην ci. Bekker: ἀπολοίμην codd. ὥστε ὁδόν τε καὶ πόρον μηδαμῇ ἔτι εἶναί μοι εὐθαρσεῖν· ὅποιὅποι Reiske: ὅπου codd. γὰρ τραποίμην, πάντοθεν κακόν τί μοι ἐφαίνετο ἑτοιμαζόμενον. ἀλλʼ ὅμως καὶ ἐκ τούτων τοιούτων ὄντων ἀπαλλαγεὶς οὐκ ἔστιν ὅ τι ἕτερον ἔργον περὶ πλείονος ἐποιούμην ἢ τὴν πόλιν ταύτην ἀγαθόν τι ἐργάσασθαι.
17 ὁρᾶν δὲ χρή, ὦ Ἀθηναῖοι, ὅσῳ τὰ τοιαῦτα τῶν ὑπουργημάτων διαφέρει. τοῦτο μὲν γὰρ ὅσοι τῶν πολιτῶν τὰ ὑμέτερα πράγματα διαχειρίζοντες ἀργύριον ὑμῖν ἐκπορίζουσιν, ἄλλο τι ἢ τὰ ὑμέτερα ὑμῖν διδόασι; τοῦτο δὲ ὅσοι στρατηγοὶ γενόμενοι καλόν τι τὴν πόλιν κατεργάζονται, τί ἄλλο ἢ μετὰ τῆς τῶν ὑμετέρων σωμάτων ταλαιπωρίας τε καὶ κινδύνων, καὶ ἔτι τῶν κοινῶν χρημάτων δαπάνης, ποιοῦσιν ὑμᾶς εἴ τι τυγχάνουσιν ἀγαθόν; ἐν ᾧ καὶ ἄν τι ἐξαμάρτωσιν, οὐκ αὐτοὶ τῆς σφετέρας αὐτῶν ἁμαρτίας δίκην διδόασιν, ἀλλʼ ὑμεῖς ὑπὲρ τῶν ἐκείνοις ἡμαρτημένων.
18 ἀλλʼ ὅμως οὗτοι στεφανοῦνταί γε ὑφʼ ὑμῶν καὶ ἀνακηρύττονται ὡς ὄντες ἄνδρες ἀγαθοί. καὶ οὐκ ἐρῶ ὡς οὐ δικαίως· μεγάλη γὰρ ἐστιν ἀρετή, ὅστις τὴν ἑαυτοῦ πόλιν ὁτῳοῦν δύναται τρόπῳ ἀγαθόν τι ἐργάζεσθαι. ἀλλʼ οὖν γιγνώσκειν γε χρὴ ὅτι ἐκεῖνος ἂν εἴη πολὺ πλείστου ἄξιος ἀνήρ, ὅστις τοῖς ἑαυτοῦ παρακινδυνεύων χρήμασί τε καὶ σώματι τολμῴη ἀγαθόν τι ποιεῖν τοὺς ἑαυτοῦ πολίτας.
19 ἐμοὶ τοίνυν τὰ μὲν ἤδη εἰς ὑμᾶς πεπραγμένα σχεδόν τι ἅπαντες ἂν εἰδεῖτε, τὰ δὲ μέλλοντά τε καὶ ἤδη πραττόμενα ἄνδρες ὑμῶν πεντακόσιοι ἐν ἀπορρήτῳ ἴσασιν ἡ βουλήἡ βουλή del. Valckenaer.. οὓς πολλῷ δήπου εἰκὸςεἰκὸς Ald.: εἰς codd. ἧττον ἄν τι ἐξαμαρτεῖν, ἢ εἰ ὑμᾶς δέοι ἀκούσαντάς τι ἐν τῷ παραχρῆμα νῦν διαβουλεύσασθαι. οἱ μέν γε σχολῇ περὶ τῶν εἰσαγγελλομένων σκοποῦνται, ὑπάρχει τε αὐτοῖς, ἐάν τι ἐξαμαρτάνωσιν, αἰτίαν ἔχειν καὶ λόγον αἰσχρὸν ἐκ τῶν ἄλλων πολιτῶν· ὑμῖν δὲ οὐκ εἰσὶν ἕτεροι ὑφʼ ὧν αἰτίαν ἂνἂν add. Dobree. Ante αἰτίαν Lipsius. ἔχοιτε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme