Thesauros Literature Oratory Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Andocides ca. 440-ca. 390 B.C
41 εἰ δὲ μηδὲν ἀρέσκει τούτων, πολεμεῖν ἕτοιμον. καὶ ταῦτʼ ἐφʼ ὑμῖνὑμῖν Q: ἡμῖν A. πάντʼ ἐστίν, ὦ Ἀθηναῖοι· τούτων ὅ τι ἂν βούλησθε ἕλεσθε.ἕλεσθε vulg.: ἑλέσθαι codd. πάρεισι μὲν γὰρ Ἀργεῖοι καὶ Κορίνθιοι διδάξοντες ὡς ἄμεινόν ἐστι πολεμεῖν, ἥκουσι δὲ Λακεδαιμόνιοι πείσοντες ὑμᾶς εἰρήνην ποιήσασθαι. τούτων δʼ ἐστὶ τὸ τέλος παρʼ ὑμῖν, ἀλλʼ οὐκ ἐν Λακεδαιμονίοις, διʼ ἡμᾶς.δι’ ἡμᾶς Q: δι’ ὑμᾶς A. πρεσβευτὰς οὖν πάντας ὑμᾶς ἡμεῖς οἱ πρέσβεις ποιοῦμεν· ὁ γὰρ τὴν χεῖρα μέλλων ὑμῶνὑμῶν A: ἡμῶν Q. αἴρειν, οὗτος ὁ πρεσβεύων ἐστίν, ὁπότερʼ ἂν αὐτῷ δοκῇ, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον ποιεῖν. μέμνησθε μὲν οὖν, ὦ Ἀθηναῖοι, τοὺς ἡμετέρους λόγους, ψηφίσασθε δὲ τοιαῦτα ἐξ ὧν ὑμῖνὑμῖν A: ἡμῖν Q. μηδέποτε μεταμελήσει.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme