Thesauros Literature Oratory Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Andocides ca. 440-ca. 390 B.C
15 φέρε, ἀλλὰ Χερρόνησον καὶ τὰς ἀποικίας καὶ τὰ ἐγκτήματαἐγκτήματα Valckenaer: ἐγκλήματα codd. καὶ τὰ χρέα ἵνα ἀπολάβωμεν;ἀπολάβωμεν Q: ἀπολαύωμεν A. ἀλλʼ οὔτε βασιλεὺς οὔτε οἱ σύμμαχοι συγχωροῦσιν ἡμῖν, μεθʼ ὧν αὐτὰ δεῖ πολεμοῦντας κτήσασθαι. ἀλλὰ νὴ Δία ἕως ἂν Λακεδαιμονίους καταπολεμήσωμεν καὶ τοὺς συμμάχους αὐτῶν, μέχρι τούτου δεῖ πολεμεῖν; ἀλλʼ οὔ μοι δοκοῦμενδοκοῦμεν Q: δοκεῖ A. οὕτω παρεσκευάσθαι. ἐὰν δʼ ἄρα κατεργασώμεθα, τί ποτε αὐτοὶ πείσεσθαι δοκοῦμεν ὑπὸ τῶν βαρβάρων, ὅταν ταῦτα πράξωμεν;
16 εἰ τοίνυν περὶ τούτου μὲν ἔδει πολεμεῖν, χρήματα δὲ ὑπῆρχεν ἡμῖνὑπῆρχεν ἡμῖν A: ὑπῆρχε μὲν Q. ἱκανά, τοῖς δὲ σώμασιν ἦμεν δυνατοί, οὐδὲ οὕτως ἔδει πολεμεῖν. εἰ δὲ μήτε διʼ ὅ τι μήτε ὅτοισι μήτε ἀφʼ ὅτου πολεμήσωμεν ἔστι, πῶς οὐκ ἐκ παντὸς τρόπου τὴν εἰρήνην ποιητέον ἡμῖν;
17 σκέψασθε δέ, ὦ Ἀθηναῖοι, καὶ τόδε, ὅτι νυνὶ πᾶσι τοῖς Ἕλλησι κοινὴν εἰρήνην καὶ ἐλευθερίαν πράττετε, καὶ μετέχειν ἅπασι πάντων ἐξουσίαν ποιεῖτε. ἐνθυμήθητε οὖν τῶντῶν om. Q. πόλεων τὰς μεγίστας, τίνι τρόπῳ τὸν πόλεμον καταλύονται. πρῶτον μὲν Λακεδαιμονίους, οἵτινες ἀρχόμενοι μὲν ἡμῖν καὶ τοῖς συμμάχοις πολεμεῖν ἦρχον καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νῦν δʼ αὐτοῖς ἐκ τῆς εἰρήνης οὐδέτερον τούτων ὑπάρχει.
18 καὶ οὐχ ὑφʼ ἡμῶνἡμῶν Q: ὑμῶν A. ἀναγκαζόμενοι ταῦτʼ ἀφιᾶσιν, ἀλλʼ ἐπʼ ἐλευθερίᾳ πάσης τῆς Ἑλλάδος. νενικήκασι γὰρ τρὶς ἤδη μαχόμενοι, τότε μὲν ἐν Κορίνθῳ πάντας πανδημεὶ τοὺς συμμάχους παρόντας, οὐχ ὑπολιπόντες πρόφασιν οὐδεμίαν, ἀλλʼ ἐν τῷ κρατιστεύειν μόνοι πάντων, αὖθις δʼ ἐν Βοιωτοῖς,δ’ ἐν Βοιωτοῖς Sauppe: δὲ Βοιωτούς Bekker: δὲ Βοιωτοῖςcodd. ὅτʼ αὐτῶν Ἀγησίλαος ἡγεῖτο, τὸν αὐτὸν τρόπον καὶ τότετότε Sluiter: ὅτε codd. τὴν νίκην ἐποιήσαντο, τρίτον δʼ ἡνίκα Λέχαιον ἔλαβον, Ἀργείους μὲν ἅπαντας καὶ Κορινθίους, ἡμῶν δὲ καὶ Βοιωτῶν τοὺς παρόντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme