Thesauros Literature Oratory Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Andocides ca. 440-ca. 390 B.C
19 τοιαῦτα δʼ ἔργα ἐπιδειξάμενοι τοῖς Ἕλλησιτοῖς Ἕλλησι add. QL. τὴν εἰρήνην εἰσὶν ἕτοιμοι ποιεῖσθαι τὴν ἑαυτῶν ἔχοντες, οἳ ἐνίκων μαχόμενοι, καὶ τὰς πόλεις αὐτονόμους εἶναι καὶ τὴν θάλατταν κοινὴν ἐῶντες τοῖς ἡττημένοις. καίτοι ποίας τινὸς ἂν ἐκεῖνοι παρʼ ἡμῶν εἰρήνης ἔτυχον, εἰ μίαν μόνον μάχην ἡττήθησαν;
20 Βοιωτοὶ δʼ αὖ πῶς τὴν εἰρήνην ποιοῦνται; οἵτινες τὸν μὲνμὲν om. Q. πόλεμον ἐποιήσαντο ἕνεκα Ὀρχομενοῦ, ὡς οὐκ ἐπιτρέψοντες αὐτόνομον εἶναι, νῦν δὲ τεθνεώτων μὲν αὐτοῖς ἀνδρῶν τοσούτων τὸ πλῆθος, τῆς δὲ γῆς ἐκ μέρους τινὸς τετμημένης, χρήματα δʼ εἰσενηνοχότες πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ὧν στέρονται, πολεμήσαντες δὲ ἔτη τέτταρα, ὅμως Ὀρχομενὸν ἀφέντες αὐτόνομον τὴν εἰρήνην ποιοῦνται καὶ ταῦταταῦτα om. Q. μάτην πεπόνθασιν· ἐξῆν γὰρ αὐτοῖς καὶ τὴν ἀρχὴν ἐῶσιν Ὀρχομενίους αὐτονόμους εἰρήνην ἄγειν. οὗτοι δʼ αὖ τούτῳ τῷτῷ om. AQ, add. apographa. τρόπῳ τὸν πόλεμον καταλύονται.
21 ἡμῖν δέ, ὦ Ἀθηναῖοι, πῶς ἔξεστι τὴν εἰρήνην ποιήσασθαι; ποίων τινῶν Λακεδαιμονίων τυγχάνοντας; καὶ γὰρ εἴ τις ὑμῶν ἀχθεσθήσεται παραιτοῦμαι· τὰτὰ add. Ald. γὰρ ὄντα λέξω. πρῶτον μὲν γὰρ ἡνίκα ἀπωλέσαμεν τὰς ναῦς ἐν Ἑλλησπόντῳ καὶ τειχήρεις ἐγενόμεθα, τίνα γνώμην ἔθεντο περὶ ἡμῶν οἱ νῦν μὲν ἡμέτεροι τότε δὲ Λακεδαιμονίων ὄντες σύμμαχοι; οὐ τὴν πόλιν ἡμῶν ἀνδραποδίζεσθαι καὶ τὴν χώραν ἐρημοῦν; οἱ δὲ διακωλύσαντες ταῦτα μὴ γενέσθαι τίνες ἦσαν; οὐ Λακεδαιμόνιοι, τοὺς μὲν συμμάχους ἀποτρέψαντες τῆς γνώμης, αὐτοὶ δʼ οὐδʼ ἐπιχειρήσαντες διαβουλεύσασθαι περὶ τοιούτων ἔργων;
22 μετὰ δὲ τοῦτο ὅρκους ὀμόσαντες αὐτοῖς καὶ τὴν στήλην εὑρόμενοι παρʼπαρʼ add. Ald. αὐτῶν στῆσαι, κακὸν ἀγαπητὸν ἐν ἐκείνῳ τῷ χρόνῳ, σπονδὰς ἤγομεν ἐπὶ ῥητοῖς. εἶτα δὲ συμμαχίαν ποιησάμενοι Βοιωτοὺς καὶ Κορινθίους ἀποστήσαντες αὐτῶν, Ἀργείους δὲ ἀγαγόντες εἰς τὴν ποτὲ φιλίαν, αἴτιοι τῆς ἐν Κορίνθῳ μάχης ἐγενόμεθα αὐτοῖς. τίνες δὲ βασιλέα πολέμιον αὐτοῖς ἐποίησαν, καὶ Κόνωνι τὴν ναυμαχίαν παρεσκεύασαν, διʼ ἣν ἀπώλεσαν τὴν ἀρχὴν τῆς θαλάττης;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme