Thesauros Literature Oratory Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Andocides ca. 440-ca. 390 B.C
27 σκεψώμεθα δὴ καὶ τοὺς Ἀργείων λόγους. κελεύουσι γὰρ ἡμᾶς κοινῇ μετὰ σφῶν καὶ μετὰ Κορινθίων πολεμεῖν, αὐτοὶ δʼ ἰδίᾳ εἰρήνην ποιησάμενοι τὴν χώραν οὐ παρέχουσιν ἐμπολεμεῖν. καὶ μετὰ μὲν πάντων τῶν συμμάχων τὴν εἰρήνην ποιουμένουςποιουμένους Reiske: ποιουμένοις codd. οὐκ ἐῶσιν ἡμᾶς οὐδὲν πιστεύειν Λακεδαιμονίοις· ἃ δὲ πρὸς τούτους μόνους ἐκεῖνοι συνέθεντο, ταῦτα δʼταῦτα δʼ QL: ταῦτʼ A. οὐδεπώποτʼ αὐτούς φασι παραβῆναι. πατρίαν τε εἰρήνην ὀνομάζοντες ᾗ χρῶνται, τοῖς δὲδὲ del. Reiske. ἄλλοις Ἕλλησιν οὐκ ἐῶσι πατρίαν γενέσθαι τὴν εἰρήνην· ἐκ γὰρ τοῦ πολέμου χρονισθέντος Κόρινθον ἑλεῖν προσδοκῶσι, κρατήσαντες δὲ τούτων ὑφʼ ὧν ἀεὶ κρατοῦνται, καὶ τοὺς συννικῶντας ἐλπίζουσι παραστήσεσθαι.παραστήσεοθαι Reiske: ἀποστήσεσθαι codd.
28 τοιούτων δʼ ἐλπίδων μετασχόντας ἡμᾶς δεῖ δυοῖν θάτερον ἑλέσθαι, ἢ πολεμεῖν μετὰ Ἀργείων Λακεδαιμονίοις, ἢ μετὰ Βοιωτῶν κοινῇ τὴν εἰρήνην ποιεῖσθαι. ἐγὼ μὲν οὖν ἐκεῖνο δέδοικα μάλιστα,μάλιστα om. Q. ὦ Ἀθηναῖοι, τὸ εἰθισμένον κακόν, ὅτι τοὺς κρείττους φίλους ἀφιέντες ἀεὶ τοὺς ἥττους αἱρούμεθα, καὶ πόλεμον ποιούμεθα διʼ ἑτέρους, ἐξὸν διʼ ἡμᾶς αὐτοὺς εἰρήνην ἄγειν·
29 οἵτινες πρῶτον μὲν βασιλεῖ τῷ μεγάλῳ — χρὴ γὰρ ἀναμνησθέντας τὰ γεγενημένα καλῶς βουλεύσασθαι — σπονδὰς ποιησάμενοι καὶ συνθέμενοι φιλίαν εἰς τὸν ἅπαντα χρόνον, ἃ ἡμῖν ἐπρέσβευσεν Ἐπίλυκος Τεισάνδρου, τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, μετὰμετὰ add. Reiske. ταῦτα Ἀμόργῃ πειθόμενοι τῷ δούλῳ τοῦ βασιλέως καὶ φυγάδι τὴν μὲν βασιλέως δύναμιν ἀπεβαλόμεθαἀπεβαλόμεθα A: ἀπεβαλλόμεθα Q. ὡς οὐδενὸςοὐδενὸς Reiske: οὐδὲν codd. οὖσαν ἀξίαν, τὴν δὲ Ἀμόργου φιλίαν εἱλόμεθα, κρείττω νομίσαντες εἶναι· ἀνθʼ ὧν βασιλεὺς ὀργισθεὶς ἡμῖν, σύμμαχος γενόμενος Λακεδαιμονίοις, παρέσχεν αὐτοῖς εἰς τὸν πόλεμον πεντακισχίλια τάλαντα, ἕως κατέλυσεν ἡμῶν τὴν δύναμιν. ἓν μὲν βούλευμα τοιοῦτον ἐβουλευσάμεθα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme