Thesauros Literature Oratory Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου Andocides ca. 440-ca. 390 B.C
34 ἀλλὰ μὴν εἰ δεῖ κατὰ γένος σκοπεῖν, ἐμοὶ μὲν οὐδαμόθεν προσήκει τούτου τοῦ πράγματος — οὐδὲ ἔστιν οὐδεὶς ὅστις ἂν ἀποδείξειε τῶν ἡμετέρων οὐδένα τῇ συμφορᾷ ταύτῃ χρησάμενον — ἈλκιβιάδῃἈλκιβιάδῃ Valckenaer: ἀλκιβιάδης A, -δην Q. δὲ μάλιστα πάντων Ἀθηναίων. καὶ γὰρ ὁ τῆς μητρὸς πατὴρ Μεγακλῆς καὶ ὁ πάππος Ἀλκιβιάδης δὶςδὶς add. Markland, coll. Lys. 14. 39. ἐξωστρακίσθησαν ἀμφότεροι, ὥστʼ οὐδὲν θαυμαστὸν οὐδʼ ἄτοπον πείσεται τῶν αὐτῶν τοῖς προγόνοις ἀξιούμενος. καὶ μὴν οὐδʼ ἂν αὐτὸς ἐπιχειρήσειεν ἀντειπεῖν, ὡς οὐ τῶν ἄλλων ἐκεῖνοι παρανομώτατοι ὄντες τούτου σωφρονέστεροι καὶ δικαιότεροικαὶ δικαιότεροι om. Q. ἦσαν, ἐπεὶ τῶν γε τούτῳ πεπραγμένων οὐδʼ ἂν εἷς ἀξίως κατηγορῆσαι δύναιτο.
35 νομίζω δὲ καὶ τὸν θέντα τὸν νόμον ταύτην τὴν διάνοιαν ἔχειν· ἀποβλέψαντα τῶν πολιτῶν πρὸς τοὺς κρείττους τῶν ἀρχόντων καὶ τῶν νόμων, ἐπειδὴ παρὰ τῶν τοιούτων οὐκ ἔστιν ἰδίᾳ δίκην λαβεῖν, δημοσίαν τιμωρίαν ὑπὲρ τῶν ἀδικουμένων κατασκευάσαι. ἐγὼ μὲνμὲν ci. Bekker. τοίνυν ἔν τε τῷ κοινῷ κέκριμαι τετράκις, ἰδίᾳ τε οὐδένα διεκώλυσα δικάζεσθαι βουλόμενον· Ἀλκιβιάδης δὲ τοιαῦτα ἐργασάμενοςἐργασάμενος A: εἰργασμένος Q. οὐδεμίαν πώποτε δίκην ὑποσχεῖν ἐτόλμησεν.
36 οὕτω γὰρ χαλεπός ἐστιν, ὥστε οὐ περὶ τῶν παρεληλυθότων ἀδικημάτων αὐτὸν τιμωροῦνται, ἀλλʼ ὑπὲρ τῶν μελλόντων φοβοῦνται, καὶ τοῖς μὲν πεπονθόσι κακῶς ἀνέχεσθαι λυσιτελεῖ, τούτῳ δὲ οὐκ ἐξαρκεῖ, εἰ μὴ καὶ τὸ λοιπὸν ὅ τι ἂν βούληται διαπράξεται.διαπράξεται Bekker: διαπράξηται codd. καίτοι οὐ δήπου, ὦ Ἀθηναῖοι, ὀστρακισθῆναι μὲν ἐπιτήδειός εἰμι, τεθνάναι δὲ οὐκ ἄξιος, οὐδὲ κρινόμενος μὲν ἀποφυγεῖν, ἄκριτος δὲ φεύγειν, οὐδὲ τοσαυτάκις ἀγωνιζόμενος καὶ νικήσας δικαίωςἀγ. καὶ νικήσας δικαίως Bekker, ἂν add. Baiter et Sauppe: ἀγ. δικαίως καὶ νικήσας codd. ἂν πάλιν δόξαιμι διʼ ἐκεῖνα ἐκπεσεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme