Thesauros Literature Oratory Τετραλογία Α΄

Τετραλογία Α΄

Τετραλογία Α΄ Antiphon ca. 480-411 B.C
10 οὕτω μὲν ἃ κατηγόρηταί μου, πάντα ἄπιστά ἐστιν· ἀπολύεσθαι δὲ ὑφʼ ὑμῶν, εἰ καὶ εἰκότως μὲν ὄντως δὲ μὴ ἀπέκτεινα τὸν ἄνδρα, πολὺ μᾶλλον δίκαιός εἰμι. ἐγώ τε γὰρ φανερὸν ὅτι μεγάλα ἀδικούμενος ἠμυνόμηνἠμυνόμην Kayser: ἠμυνάμην codd.· οὐ γὰρ ἂν εἰκότως ἐδόκουν ἀποκτεῖναι αὐτόν· τούς τε ἀποκτείναντας καὶ οὐ τοὺς αἰτίαν ἔχοντας ἀποκτεῖναι ὀρθῶς ἂν καταλαμβάνοιτε.
11 ἐκ δὲ παντὸς τρόπου ἀπολυόμενος τῆς αἰτίας ἔγωγε οὔτε εἰς τὰ τεμένη εἰσιὼν τὴν ἁγνείαν τῶν θεῶν μιανῶ, οὔτε ὑμᾶς πείθων ἀπολῦσαί με ἀνόσια πράσσω. οἱ δὲ διώκοντες μὲν ἐμὲ τὸν ἀναίτιον, τὸν δʼ αἴτιον ἀφιέντες, τῆς τε ἀφορίας αἴτιοι γίγνονται, ὑμᾶς τε ἀσεβεῖς εἰς τοὺς θεοὺς πείθοντες καταστῆναι πάντων ὧν ἐμὲ ἄξιόν φασι παθεῖν εἶναι δίκαιοί εἰσι τυγχάνειν.
12 τούτους μὲν οὖν τούτων ἀξίους ὄντας ἀπίστους ἡγεῖσθε· ἐμὲ δὲ ἔκ γεἔκ γε Franke: ἔκ τε codd. τῶν προειργασμένων γνώσεσθε οὔτε ἐπιβουλεύοντα οὔτε τῶν οὐ προσηκόντων ὀρεγόμενον, ἀλλὰ τἀναντία τούτων πολλὰς μὲν καὶ μεγάλας εἰσφορὰς εἰσφέροντα, πολλὰ δὲ τριηραρχοῦντα, λαμπρῶς δὲ χορηγοῦντα, πολλοῖςπολλοῖς Salmasius (cf. Dem. 999.24):πολλοὺς codd. δὲ ἐρανίζοντα, μεγάλας δὲ ὑπὲρ πολλῶν ἐγγύας ἀποτίνοντα, τὴν δὲτὴν δὲ Schaefer: τήν τε codd. οὐσίαν οὐ δικαζόμενον ἀλλʼ ἐργαζόμενον κεκτημένον, φιλοθύτην δὲ καὶ νόμιμον ὄντα. τοιούτου δὲ ὄντος μου μηδὲν ἀνόσιον μηδὲ αἰσχρὸν καταγνῶτε.
13 εἰ δὲ ὑπὸ ζῶντος ἐδιωκόμην, οὐκ ἂν μόνον ὑπὲρ ἐμαυτοῦ ἀπελογούμην, ἀλλʼ αὐτόν τε τοῦτον καὶ τοὺς τούτῳ μὲν βοηθοῦντας, παρʼ ἐμοῦ δὲ ὠφελεῖσθαι ζητοῦντας ἐφʼ οἷς κατηγορεῖταίκατηγορεῖται vulg.: κατηγορεῖτε ΑΝ. μου, ἀπέδειξαἀπέδειξα Α: ἐπέδειξα Ν. ἂν ἀδικοῦντας. ταῦτα μὲν οὖν ἐπιεικέστερον ἢ δικαιότερον παρήσω· δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες, τῶν μεγίστων κριταὶ καὶ κύριοι, ἐλεήσαντας τὴν ἀτυχίαν μου ἰατροὺς γενέσθαι αὐτῆς, καὶ μὴ συνεπιβάντας τῇ τούτων ἐπιθέσει περιιδεῖν ἀδίκως καὶ ἀθέως διαφθαρέντα με ὑπʼ αὐτῶν.

Ἐκ κατηγορίας ὃ ὕστερος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme