Thesauros Literature Oratory Τετραλογία Α΄

Τετραλογία Α΄

Τετραλογία Α΄ Antiphon ca. 480-411 B.C
6 ὡς δʼ οὐκ ἐλάσσω ἀλλὰ πολὺ μείζω τὸν ἀπὸ τῆς γραφῆς κίνδυνον ἢ τόνδε ἡγεῖτο εἶναι, διδάξω. τὸ μὲν ἁλῶναι καὶ ἀποφυγεῖν ἀμφοτέρας τὰς διώξεις ἐν ἴσαις ἐλπίσι θῶμεν αὐτῷ εἶναι. μὴ παραχθῆναι δὲ τὴν γραφὴν οὐδεμίαν ἐλπίδα εἶχε τούτου γε ζῶντος· οὐ γὰρ ἂν ἐπείθετο αὐτῷ· εἰςcodd. fortasse exciderunt nonnulla postαὐτῷ. δὲ τόνδε τὸν ἀγῶναἀγῶνα Ν: κίνδυνον Α. ἥξειν οὐκ ἤλπισε· λήσειν γὰρ ἐδόκει ἀποκτείνας αὐτόν.
7 ἀξιῶν δὲ διὰ τὸ φανερὰν εἶναι τὴν ὑποψίαν αὐτῷ μὴ καταδοκεῖσθαι ὑφʼ ὑμῶν, οὐκ ὀρθῶς ἀξιοῖ. εἰ γὰρεἰ γὰρ Reiske: οὐ γὰρ codd. τοῦτον ἐν τοῖς μεγίστοις κινδύνοις ὄντα ἱκανὴ ἦν ἡ ὑποψία ἀποτρέψαιἀποτρέψαι Reiske: ἀποστρέψαι codd. τῆς ἐπιθέσεως, οὐδείς γʼ ἂνγ’ ἂν Reiske: γὰρ codd. ἐπεβούλευσεν αὐτῷ· πᾶς γὰρ ἄν τις τῶν ἧσσον κινδυνευόντων, τὴν ὑποψίαν μᾶλλον τοῦ κινδύνου φοβούμενος, ἧσσον ἢ οὗτος ἐπέθετοἐπέθετο Maetzner, quem dubitanter secutus sum:ἡγεῖτο αὐτῷ.
8 αἱ δʼ εἰσφοραὶ καὶ χορηγίαι εὐδαιμονίας μὲν ἱκανὸν σημεῖόν ἐστι, τοῦ δὲ μὴ ἀποκτεῖναι τἀναντία· περὶ γὰρ αὐτῆς τῆς εὐδαιμονίας τρέμων μὴ ἀποστερηθῇ, εἰκότως μὲν ἀνοσίως δὲ ἀπέκτεινεἀπολύσεσθε Sauppe: ἀπολύεσθε codd. τὸν ἄνδρα. φάσκων δὲ οὐ τοὺς εἰκότως ἀλλʼ ὄντωςἀλλ’ ὄντως Funkhanel: ἀλλὰ τοὺς codd. ἀποκτείναντας φονέας εἶναι, περὶ μὲν τῶν ἀποκτεινάντων ὀρθῶς λέγει, εἴπερ ἐγένετο φανερὸν ἡμῖν τίνες ἦσαν οἱ ἀποκτείναντες αὐτόν· μὴ δεδηλωμένων δὲ τῶν ἀποκτεινάντων, ὑπὸ τῶν εἰκότων ἐλεγχόμενος οὗτος ἂν καὶ οὐδεὶς ἕτερος ὁὁ add. Weidner. ἀποκτείνας αὐτὸν εἴη. οὐ γὰρ ἐπὶἐπὶ Ald.: ὑπὸ codd. μαρτύρων ἀλλὰ κρυπτόμενα πράσσεται τὰ τοιαῦτα.
9 οὕτω δὲ φανερῶς ἐκ τῆς αὑτοῦ ἀπολογίας ἐλεγχθεὶς διαφθείρας αὐτόν, οὐδὲν ἕτερον ὑμῶν δεῖται ἢ τὴν αὑτοῦ μιαρίαν εἰς ὑμᾶς αὐτοὺς ἐκτρέψαι. ἡμεῖς δὲ ὑμῶν δεόμεθα μὲν οὐδέν, λέγομεν δʼ ὑμῖν, εἰ μήτε ἐκ τῶν εἰκότων μήτε ἐκ τῶν μαρτυρουμένων οὗτος νῦν ἐλέγχεται, οὐκ ἔστιν ἔτι τῶν διωκομένων ἔλεγχος οὐδείς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme