5
ἐγὼ δὲ οὐδένα οὕτω θερμὸν καὶ ἀνδρεῖον ἄνθρωπον εἶναι δοκῶ, ὅντινα οὐκ ἂν ἀωρὶ τῶν νυκτῶντῶν νυκτῶν Ν: τῆς νυκτὸς Α. νεκροῖς ἀσπαίρουσι συντυχόντα πάλιν ὑποστρέψαντα φεύγειν μᾶλλον ἢ πυνθανόμενον τοὺς κακούργους περὶ τῆς ψυχῆς κινδυνεῦσαι. τούτων δὲ μᾶλλον ἃ εἰκὸς ἦν δρασάντων, οἱ μὲν ἐπὶ τοῖς ἱματίοις διαφθείραντες αὐτοὺς οὐκ ἂν ἔτι εἰκότως ἀφίοιντο, ἐγὼ δὲ ἀπήλλαγμαι τῆς ὑποψίας.
6
εἰ δὲ ἐκηρύσσοντο ἢ μὴ ἄλλοι τινὲς κακοῦργοι ἅμα τῷ τούτων φόνῳ, τίς οἶδεν; οὐδενὶ γὰρ ἐπιμελὲς ἦν σκοπεῖν ταῦτα. ἀφανοῦς δὲ ὄντος τοῦ κηρύγματος, οὐδὲ ὑπὸ τούτων τῶν κακούργων ἄπιστον διαφθαρῆναι αὐτόν.
7
τοῦ δὲ θεράποντος πῶς χρὴ πιστοτέραν τὴν μαρτυρίαν ἢ τῶν ἐλευθέρων ἡγεῖσθαι; οἱ μὲν γὰρ ἀτιμοῦνταί τε καὶ χρήμασι ζημιοῦνται, ἐὰν μὴ τἀληθῆ δοκῶσι μαρτυρῆσαι· ὁ δὲ οὐκ ἔλεγχον παρασχὼν οὐδὲ βάσανον—ποῦποῦ Reiske: οὐ Α: τι οὐ Ν pr., τινα οὐ Ν corr.2 δίκην δώσει; ἢ τίςἢ τίς Reiske: εἴ τις codd. ἔλεγχος ἔσται; ἀκινδύνως τε οὗτός γε μέλλων μαρτυρεῖν, οὐδὲν θαυμαστὸν ἔπαθεν ὑπὸ τῶν κυρίων ἐχθρῶν μοι ὄντων πεισθεὶς καταψεύδεσθαί μου· ἐγώ τε ἀνόσιʼ ἂν πάσχοιμι, εἰ μὴ πιστῶς καταμαρτυρηθεὶς διαφθαρείην ὑφʼ ὑμῶν.
8
μὴ παραγενέσθαι δέ με τῷ φόνῳ ἀπιστότερον ἢ παραγενέσθαι φασὶν εἶναι. ἐγὼ δʼ οὐκ ἐκ τῶν εἰκότων ἀλλʼ ἔργῳ δηλώσω οὐ παραγενόμενος. ὁπόσοι γὰρ δοῦλοί μοι ἢ δοῦλαί εἰσι, πάντας παραδίδωμι βασανίσαι· καὶ ἐὰν μὴ φανῶ ταύτῃ τῇ νυκτὶ ἐν οἴκῳ καθεύδων ἢ ἐξελθών ποι,ποι Reiske: που codd. ὁμολογῶ φονεὺς εἶναι. ἡ δὲ νὺξ οὐκ ἄσημος· τοῖς γὰρ Διιπολείοις ὁ ἀνὴρ ἀπέθανε.
9
περὶ δὲ τῆς εὐδαιμονίας, ἧς ἕνεκα τρέμοντά μέ φασιν εἰκότως ἀποκτεῖναι αὐτόν, πολὺ τἀναντία ἐστί. τοῖς μὲν γὰρ ἀτυχοῦσι νεωτερίζεινἀτυχοῦσι νεωτερίζειν Ald.: ἀτυχοῦσιν ἑταιρίζειν codd. συμφέρει· ἐκ γὰρ τῶν μεταβολῶν ἐπίδοξος ἡ δυσπραγία μεταβάλλειν αὐτῶν ἐστι· τοῖς δʼ εὐτυχοῦσιν ἀτρεμίζειν καὶ φυλάσσειν τὴν παροῦσαν εὐπραγίαν. μεθισταμένων γὰρ τῶν πραγμάτων δυστυχεῖς ἐξ εὐτυχούντων καθίστανται.