Thesauros Literature Oratory Τετραλογία Β΄

Τετραλογία Β΄

Τετραλογία Β΄ Antiphon ca. 480-411 B.C
6 ὁ μὲν γὰρ ἐν τούτῳ τῷ καιρῷ κελευόμενοςκελευόμενος scripsi: καλούμενος codd. exδ. 4. verbaὃς ὑπεδέχετο κτλ. potius corrupta esse plerique arbitrantur. sicὡς ὑποδέχοιτο Blass, ᾧ ὑπεδέχετο Thalheim. ἀναιρεῖσθαι secl. Franke. ὑπὸ τοῦ παιδοτρίβου, ὃς ὑπεδέχετο τοῖς ἀκοντίζουσι τὰ ἀκόντια, ἀναιρεῖσθαι, διὰ τὴν τοῦ βαλόντος ἀκολασίαν πολεμίῳ τῷ τούτου βέλει περιπεσών, οὐδὲν οὐδʼ εἰς ἕνʼἕνʼ Franke: ἓν codd. ἁμαρτών, ἀθλίως ἀπέθανεν· ὁ δὲ περὶ τὸν τῆς ἀναιρέσεως καιρὸν πλημμελήσας, οὐ τοῦ σκοποῦ τυχεῖν ἐκωλύθη, ἀλλʼ ἄθλιον καὶ πικρὸν σκοπὸν ἐμοὶ ἀκοντίσας, ἑκὼν μὲν οὐκ ἀπέκτεινεν, μᾶλλον δὲ ἑκὼν ἢ οὔτʼ ἔβαλεν οὔτʼ ἀπέκτεινεν.
7 ἀκουσίως δὲ οὐχ ἧσσον ἢ ἑκουσίως ἀποκτείναντεςἀποκτείναντες Blass: -αντος A pr. N:ἀπέκτεινε Α corr. 2 μου τὸν παῖδα, τὸ παράπαν δʼ ἀρνούμενοιἀρνούμενοι Blass: ἀρνουμένου A pr. N:-μενος Α corr.2 μὴ ἀποκτεῖναι αὐτόν, οὐδʼ ὑπὸ τοῦ νόμου καταλαμβάνεσθαί φασιν,φασιν Blass: φησιν codd. ὃς ἀπαγορεύει μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν. ἀλλὰ τίς ὁ βαλών; εἰς τίνʼ ὁ φόνος ἀνήκει;τίς ὁ βαλών; ἐς τίν’ ὁ φόνος ἀνήκει Bekker: τίς ὁ βάλλων ἐστίν; ὁ φόνος ὃ ἀνήκει codd.: βαλὼν Α corr.2 εἰς τοὺς θεωμένους ἢ εἰς τοὺς παιδαγωγοὺς, ὧν οὐδεὶς οὐδὲν κατηγορεῖ; οὐ γὰρ ἀφανὴς ἀλλὰ καὶ λίαν φανερὸς ἔμοιγε αὐτοῦ ὁ θάνατός ἐστιν. ἐγὼ δὲ τὸν νόμον ὀρθῶς ἀγορεύειν φημὶ τοὺς ἀποκτείναντας κολάζεσθαι· ὅ τε γὰρ ἄκων ἀποκτείνας ἀκουσίοις κακοῖς περιπεσεῖν δίκαιός ἐστιν, ὅ τε διαφθαρεὶς οὐδὲν ἧσσον ἀκουσίως ἢ ἑκουσίως βλαφθεὶς ἀδικοῖτʼ ἂν ἀτιμώρητος γενόμενος.
8 οὐ δίκαιος δὲ ἀποφυγεῖν ἐστι διὰ τὴν ἀτυχίαν τῆς ἁμαρτίας. εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιμελείας τοῦ θεοῦ ἡ ἀτυχία γίγνεται, ἁμάρτημα οὖσα τῷ ἁμαρτόντι συμφορὰ δικαία γενέσθαι ἐστίν· εἰ δὲ αὖ θείαεἰ δὲ αὖ θεία Jernstedt: ἡ δὲ ἀλήθεια A pr. N:ἡ δὲ θεία Α corr.2 κηλὶς τῷ δράσαντι προσπίπτει ἀσεβοῦντι, οὐ δίκαιον τὰς θείας προσβολὰς διακωλύειν γίγνεσθαι.
9 ἔλεξαν δὲ καὶ ὡς οὐ πρέπει χρηστὰ ἐπιτηδεύοντας αὐτοὺς κακῶν ἀξιοῦσθαι· ἡμεῖς δὲ πῶς ἂν πρέποντα πάσχοιμεν, εἰ μηδὲν ὑποδεέστερα τούτων μελετῶντες θανάτῳ ζημιούμεθα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme