1
τοῦτον μὲν εἰκὸς πρὸς τὴν ἑαυτοῦ κατηγορίαν προσέχοντα τὸν νοῦν μὴ μαθεῖν τὴν ἀπολογίαν μου· ὑμᾶς δὲ χρή, γιγνώσκονταςγινώσκοντας A pr. N: γινώσκειν Α corr.2 ὅτι ἡμεῖς μὲν οἱ ἀντίδικοι κατʼ εὔνοιαν κρίνοντες τὸ πρᾶγμα εἰκότως δίκαια ἑκάτεροι αὑτοὺς οἰόμεθα λέγειν, ὑμᾶς δὲ ὁσίως ὁρᾶν προσήκει τὰ πραχθέντα·
2
ἐκ τῶν λεγομένων γὰρ ἡ ἀλήθεια σκεπτέα αὐτῶν ἐστίν. ἐγὼ δέ, εἰ μέν τι ψεῦδος εἴρηκα, ὁμολογῶ καὶ τὰ ὀρθῶς εἰρημένα προσδιαβάλλειν ἄδικα εἶναι· εἰ δὲ ἀληθῆ μέν, λεπτὰ δὲ καὶ ἀκριβῆ, οὐκ ἐγὼ ὁ λέγων ἀλλʼ ὁ πράξας τὴν ἀπέχθειαν αὐτῶν δίκαιος φέρεσθαί ἐστι.
3
θέλω δὲ ὑμᾶς πρῶτον μαθεῖν, ὅτι οὐκ ἐάν τις φάσκῃ ἀποκτεῖναι, τοῦτʼ ἔστιν, ἀλλʼ ἐάν τις ἐλεγχθῇ. οὗτος δὲ ὁμολογῶν τὸ ἔργον ὡς ἡμεῖς λέγομεν γενέσθαι, ὑπὲρ τοῦ ἀποκτείναντος ἀμφισβητεῖ, ὃν ἀδύνατον ἀλλαχόθεν ἢ ἐκ τῶν πραχθέντων δηλοῦσθαι.
4
σχετλιάζει δὲ κακῶς ἀκούειν φάσκων τὸν παῖδα, εἰ μήτε ἀκοντίσας μήτʼ ἐπινοήσας αὐθέντης ὢν ἀποδέδεικται, καὶ οὐ πρὸς τὰ λεγόμενα ἀπολογεῖται. οὐ γὰρ ἀκοντίσαι οὐδὲ βαλεῖν αὑτόν φημι τὸν παῖδα, ἀλλʼ ὑπὸ τὴν πληγὴν τοῦ ἀκοντίου ὑπελθόντα οὐχ ὑπὸ τοῦ μειρακίου ἀλλʼ ὑφʼ ἑαυτοῦ διαφθαρῆναι· οὐ γὰρ ἀτρεμίζων ἀπέθανε. τῆς δὲ διαδρομῆς αἰτίας ταύτης γιγνομένης, εἰ μὲν ὑπὸ τοῦ παιδοτρίβου καλούμενος διέτρεχεν, ὁ παιδοτρίβης ἂν ἀποκτείνας αὐτὸν εἴη, εἰ δʼ ὑφʼ ἑαυτοῦ πεισθεὶς ὑπῆλθεν, αὐτὸς ὑφʼ ἑαυτοῦ διέφθαρται.
5
θέλω δὲ μὴ πρότερον ἐπʼ ἄλλον λόγον ὁρμῆσαι, ἢ τὸ ἔργον ἔτι φανερώτερον καταστῆσαι, ὁποτέρου αὐτῶν ἐστί. τὸ μὲν μειράκιον οὐδενὸς μᾶλλον τῶν συμμελετώντων ἐστὶ τοῦ σκοποῦ ἁμαρτόν, οὐδὲ τῶν ἐπικαλουμένων τι διὰ τὴν αὑτοῦ ἁμαρτίαν δέδρακεν· ὁ δὲ παῖς οὐ ταὐτὰ τοῖς συνθεωμένοις δρῶν, ἀλλʼ εἰς τὴν ὁδὸν τοῦ ἀκοντίου ὑπελθών,ὑπελθών Ν· ἐπελθών Α. σαφῶς δηλοῦται παρὰ τὴν αὑτοῦ ἁμαρτίαν περισσοτέροις ἀτυχήμασιἀτυχήμασι A corr.2:ἁμαρτήμασι Α A pr. N. τῶν ἀτρεμιζόντων περιπεσών. ὁ μὲν γὰρ ἀφεὶς οὐδὲν ἂν ἥμαρτε, μηδενὸς ὑπὸ τὸ βέλος ὑπελθόντος αὐτῷ· ὁ δʼ οὐκαὐτῷ· ὁ δ’ οὐκ Blass: ὑπελθόντος· αὐτὸς δ’ οὐκ codd. ἂν ἐβλήθη μετὰ τῶν θεωμένων ἑστώς.