6
ὡς δʼ οὐδενὸς μᾶλλον τῶν συνακοντιζόντων μέτοχός ἐστι τοῦ φόνου, διδάξω. εἰ γὰρ διὰ τὸ τοῦτον ἀκοντίζειν ὁ παῖς ἀπέθανε, πάντες ἂν οἱ συμμελετῶντες συμπράκτορες εἶεν τῆς αἰτίας· οὗτοι γὰρ οὐ διὰ τὸ μὴ ἀκοντίζειν οὐκ ἔβαλον αὐτόν, ἀλλὰ διὰ τὸ μηδενὶμηδενὶ Reiske: μηδένα codd. ὑπὸ τὸ ἀκόντιον ὑπελθεῖν· ὁ δὲ νεανίσκος οὐδὲν περισσότερονπερισσότερον Sakorraphos, coll. Plat. Ap. 20 c (cf. 5, supra):περισσὸν codd. τούτων ἁμαρτών, ὁμοίως τούτοις οὐκ ἂν ἔβαλεν αὐτὸν ἀτρέμα σὺν τοῖς θεωμένοις ἑστῶτα.
7
ἔστι δὲ οὐδὲ τὸ ἁμάρτημα τοῦ παιδὸς μόνον, ἀλλὰ καὶ ἡ ἀφυλαξία. ὁ μὲν γὰρ οὐδένα ὁρῶν διατρέχοντα, πῶς ἂν ἐφυλάξατο μηδένα βαλεῖν; ὁ δʼ ἰδὼν τοὺς ἀκοντίζοντας εὐπετῶς ἂν ἐφυλάξατο μὴ διαδραμεῖνμὴ διαδραμεῖν Wilamowitz: μὴ βληθῆναι Kayser: μηδένα μὴ βαλεῖν, ἐξῆν γὰρ αὐτῷ ἀτρέμα ἑστάναι.
8
τὸν δὲ νόμον ὃν παραφέρουσιν, ἐπαινεῖν δεῖ. ὀρθῶς γὰρ καὶ δικαίως τοὺς ἀκουσίως ἀποκτείναντας ἀκουσίοις παθήμασι κολάζει. τὸ μὲν οὖν μειράκιον ἀναμάρτητον ὂν οὐκ ἂν δικαίως ὑπὲρ τοῦ ἁμαρτόντος κολάζοιτο· ἱκανὸν γὰρ αὐτῷ ἐστι τὰς αὑτοῦ ἁμαρτίας φέρειν· ὁ δὲ ταῖς αὑτοῦ ἁμαρτίαις διαφθαρείς, ἅμα ἥμαρτέ τε καὶ ὑφʼ ἑαυτοῦ ἐκολάσθη. κεκολασμένου δὲ τοῦ ἀποκτείναντος, οὐκ ἀτιμώρητος ὁ φόνος ἐστίν.
9
ἔχοντός γε δὴ τὴν δίκην τοῦ φονέως,verbaἔχοντος ... φονέως huc rettulit Jernstedt. praecedentibus adiungunt codd. οὐκ ἐὰν ἀπολύσητε ἡμᾶς, ἀλλʼ ἐὰν καταλάβητε, ἐνθύμιον ὑπολείψεσθε. ὁ μὲν γὰργὰρ om. N. αὐτὸς τὰς αὑτοῦ ἁμαρτίας φέρων, οὐδενὶ οὐδὲν προστρόπαιον καταλείψει· ὁ δὲ καθαρὸς τῆς αἰτίας ὢνὢν Scheibe: ὃς δὲ ΝΑ. ἐὰν διαφθαρῇ, τοῖς καταλαμβάνουσι μεῖζον τὸ ἐνθύμιον γενήσεται.
9
εἰ δὲ αὐθέντης ἐκ τῶν λεγομένων ἐπιδείκνυται, οὐχ ἡμεῖς αὐτῷ οἱ λέγοντες αἴτιοί ἐσμεν, ἀλλʼ ἡ πρᾶξις τῶν ἔργων.