Κατηγορία φόνου
1
νενόμισται μὲν ὀρθῶς τὰς φονικὰς δίκας περὶ πλείστου τοὺς κρίνοντας ποιεῖσθαι διώκειν τε καὶ μαρτυρεῖν κατὰ τὸ δίκαιον, μήτε τοὺς ἐνόχους ἀφιέντας μήτε τοὺς καθαροὺς εἰς ἀγῶνα καθιστάντας.
2
ὅτεὅτε Spengel: ὅ τε codd. γὰρ ὁὁ add. Thalheim, coll. 3, b. 7, 8. θεὸς βουλόμενος ποιῆσαι τὸ ἀνθρώπινον φῦλονφῦλον Ν: γένος Α. τοὺς πρώτουςπρώτους Ν: πρῶτον Α. γενομένους ἔφυσεν ἡμῶν, τροφέας τε καὶ σωτῆραςσωτῆρας add, Thalheim. nonnihil huiusmodi videtur excidisse. παρέδωκε τὴν γῆν καὶ τὴν θάλασσαν, ἵνα μὴ σπάνει τῶν ἀναγκαίων προαποθνῄσκοιμεν τῆς γηραιοῦ τελευτῆς. ὅστις οὖν, τούτων ὑπὸ τοῦ θεοῦ ἀξιωθέντος τοῦ βίου ἡμῶν, ἀνόμως τινὰ ἀποκτείνει, ἀσεβεῖ μὲν περὶ τοὺς θεούς, συγχεῖ δὲ τὰ νόμιμα τῶν ἀνθρώπων.
3
ὅ τε γὰρ ἀποθανών, στερόμενος ὧν ὁ θεὸς ἔδωκεν αὐτῷ, εἰκότως θεοῦ τιμωρίαν ὑπολείπει τὴν τῶν ἀλιτηρίων δυσμένειαν, ἣν οἱ παρὰ τὸ δίκαιον κρίνοντες ἢ μαρτυροῦντες, συνασεβοῦντες τῷ ταῦτα δρῶντι, οὐ προσῆκον μίασμα εἰς τοὺς ἰδίους οἴκους εἰσάγονται·
4
ἡμεῖς τε οἱ τιμωροὶ τῶν διεφθαρμένων, εἰ διʼ ἄλλην τινὰ ἔχθραν τοὺς ἀναιτίους διώκοιμεν, τῷ μὲν ἀποθανόντι οὐ τιμωροῦντες δεινοὺς ἀλιτηρίους ἕξομεν τοὺς τῶν ἀποθανόντων προστροπαίους, τοὺς δὲ καθαροὺς ἀδίκως ἀποκτείνοντες ἔνοχοι τοῦ φόνου τοῖς ἐπιτιμίοις ἐσμέν, ὑμᾶς δὲδὲ Schaefer: τε codd. ἄνομα δρᾶς πείθοντες καὶ τοῦ ὑμετέρου ἁμαρτήματος ὑπαίτιοι γιγνόμεθα.
5
ἐγὼ μὲν οὖν δεδιὼς ταῦτα, εἰς ὑμᾶς παράγων τὸν ἀσεβήσαντα καθαρὸς τῶν ἐγκλημάτων εἰμί· ὑμεῖς δὲ ἀξίως τῶν προειρημένων τῇ κρίσει προσέχοντες τὸν νοῦν, ἀξίαν δίκην τοῦ πάθους τῷ εἰργασμένῳ ἐπιθέντες,ἀξίαν δίκην τῶν εἰργασμένων ἐπιθ. Α pr. ἅπασαν τὴν πόλιν καθαρὰν τοῦ μιάσματος καταστήσετε.
6
εἰ μὲν γὰρ ἄκων ἀπέκτεινε τὸν ἄνδρα, ἄξιος ἂν ἦν συγγνώμης τυχεῖν τινός· ὕβρει δὲ καὶ ἀκολασίᾳ παροινῶν εἰς ἄνδρα πρεσβύτην, τύπτων τε καὶ πνίγων ἕως τῆς ψυχῆς ἀπεστέρησεν αὐτόν, ὡς μὲν ἀποκτείνας τοῦ φόνου τοῖς ἐπιτιμίοις ἔνοχός ἐστιν, ὡς δὲ συγχέων ἅπαντα τῶν γεραιοτέρων τὰ νόμιμα οὐδενὸς ἁμαρτεῖν, οἷς οἱ τοιοῦτοι κολάζονται, δίκαιός ἐστιν.