46
ὅ δὲ δεῖ δεῖ hic add. Thalheim:ὃ δὲ καὶ μάλιστα ἐνθυμεῖσθε N. ὃ δὲ καὶ μάλιστα ἐνθυμεῖσθαι A pr.:δεῖ post μάλιστα add. A corr.2 καὶ μάλιστα ἐνθυμεῖσθαι,—καὶ μή μοι ἄχθεσθε, ἂν ὑμᾶς πολλάκις ταὐτὰ ταὐτὰ Reiske: ταῦτα codd. διδάξω. μέγας γὰρ ὁ κίνδυνός ἐστι, καθʼ ὅ τι δʼ ἂν ὑμεῖς ὀρθῶς γνῶτε, κατὰ τοῦτο σῴζομαι, καθʼ ὅ τι δʼ ἂν ψευσθῆτε τἀληθοῦς, κατὰ τοῦτο ἀπόλλυμαι—μὴ οὖν ἐξέληται ἐξέληται A corr.2: ἐξελεῖται A pr. N. τοῦτο ὑμῶν μηδείς, ὅτι τὸν μηνυτὴν ἀπέκτειναν, καὶ διετείναντο αὐτὸν μὴ εἰσελθεῖν εἰς ὑμᾶς, μηδʼ ἐμοὶ ἐγγενέσθαι παρόντι ἄξαι τὸν ἄνδρα καὶ βασανίσαι αὐτόν.
47
καίτοι πρὸς τούτων ἦν τοῦτο. νῦν δὲ πριάμενοι τὸν ἄνδρα, ἰδίᾳ ἐπὶ σφῶν αὐτῶν ἀπέκτειναν, τὸν μηνυτήν, οὔτε τῆς πόλεως ψηφισαμένης, οὔτε αὐτόχειρα ὄντα τοῦ ἀνδρός. ὃν ἐχρῆν δεδεμένον αὐτοὺς φυλάσσειν, ἢ τοῖς φίλοις τοῖς ἐμοῖς ἐξεγγυῆσαι, ἢ τοῖς ἄρχουσι τοῖς ὑμετέροις παραδοῦναι, καὶ ψῆφον περὶ αὐτοῦ γενέσθαι. νῦν δὲ αὐτοὶ καταγνόντες τὸν θάνατον τοῦ ἀνδρὸς ἀπεκτείνατε· ὃ οὐδὲ πόλει ἔξεστιν, ἄνευ Ἀθηναίων οὐδένα θανάτῳ ζημιῶσαι. καὶ τῶν μὲν ἄλλων λόγων τῶν ἐκείνου τουτουσὶ κριτὰς ἠξιώσατε γενέσθαι, τῶν δὲ ἔργων αὐτοὶ δικασταὶ γίγνεσθε.
48
καίτοι οὐδὲ οἱ τοὺς δεσπότας ἀποκτείναντες, ἐὰν ἐπʼ αὐτοφώρῳ ληφθῶσιν, οὐδʼ οὗτοι ἀποθνῄσκουσιν ὑπʼ αὐτῶν τῶν προσηκόντων, ἀλλὰ παραδιδόασιν αὐτοὺς τῇ ἀρχῇ κατὰ νόμους ὑμετέρους πατρίους. εἴπερ γὰρ καὶ μαρτυρεῖν ἔξεστι δούλῳ κατὰ τοῦ ἐλευθέρου τὸν φόνον, καὶ τῷ δεσπότῃ, ἂν δοκῇ, ἐπεξελθεῖν ὑπὲρ τοῦ δούλου, καὶ ἡ ψῆφος ἴσον δύναται τῷ δοῦλον ἀποκτείναντι καὶ τῷ τῷ Reiske: τὸν codd. ἐλεύθερον, εἰκός τοι καὶ ψῆφον γενέσθαι περὶ αὐτοῦ ἦν, καὶ μὴ ἄκριτον ἀποθανεῖν αὐτὸν ὑφʼ ὑμῶν. ὥστε πολλῷ ἂν ὑμεῖς δικαιότερον κρίνοισθε κρίνοισθε vulg.: κρίνεσθε AN. ἢ ἐγὼ νῦν φεύγω ὑφʼ ὑμῶν ἀδίκως.
49
σκοπεῖτε δή, ὦ ἄνδρες, καὶ ἐκ τοῖν λόγοιν τοῖν ἀνδροῖν ἑκατέροιν τοῖν βασανισθέντοιν τὸ δίκαιον καὶ τὸ εἰκός. ὁ μὲν γὰρ δοῦλος δύο λόγω ἔλεγε· τοτὲ μὲν ἔφη με εἰργάσθαι τὸ ἔργον, τοτὲ δὲ οὐκ ἔφη· ὁ δὲ ἐλεύθερος οὐδέπω νῦν εἴρηκε περὶ ἐμοῦ φλαῦρον οὐδέν, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος.