Thesauros Literature Oratory Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
50 τοῦτο μὲν γὰρ οὐκ ἦν αὐτῷ ἐλευθερίαν προτείναντας προτείναντας Reiske: προτείνοντας codd. ὥσπερ τὸν ἕτερον πεῖσαι· τοῦτο δὲ μετὰ τοῦ ἀληθοῦς ἐβούλετο κινδυνεύων πάσχειν ὅ τι δέοι, ἐπεὶ τό γε συμφέρον καὶ οὗτος ἠπίστατο, ὅτι τότε παύσοιτο παύσοιτο Madvig: παύσαιτο codd. στρεβλούμενος, ὁπότε εἴποι τὰ τούτοις δοκοῦντα. ποτέρῳ οὖν εἰκός ἐστι πιστεῦσαι, τῷ διὰ τέλους τὸν αὐτὸν ἀεὶ λόγον λέγοντι, ἢ τῷ τοτὲ μὲν φάσκοντι τοτὲ δʼ οὔ; ἀλλὰ καὶ ἄνευ βασάνου τοιαύτης οἱ τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν αὐτῶν A corr. N. ἄλλων A pr. λόγους λέγοντες πιστότεροί εἰσι τῶν διαφερομένων σφίσιν αὐτοῖς.
51 ἔπειτα δὲ καὶ ἐκ τῶν λόγων τῶν τοῦ ἀνθρώπου μερὶς ἑκατέροις ἑκατέροις Weidner: ἑκατέρῳ codd. ἴση ἂν εἴη, ἴση ἂν εἴη Thalheim: ἴσον εἰ N. ἴσον εἴ(η̣) A. μὲν τὸ φάσκειν, ἐμοὶ δὲ τὸ μὴ φάσκειν· ἔκ τε ἀμφοῖν τοῖν ἀνδροῖν τοῖν βασανισθέντοιν· ὁ μὲν γὰρ ἔφησεν, ὁ δὲ διὰ τέλους ἔξαρνος ἦν. τούτοις μὲν τὸ A corr. verbaἔκ τε . . . ἦν secl. Hirschig:τοῦτον μέντοι A pr. N. καὶ μὲν δὴ τὰ ἐξ ἴσου γενόμενα τοῦ φεύγοντός ἐστι μᾶλλον ἢ τοῦ διώκοντος, εἴπερ γε καὶ τῶν ψήφων ὁ ἀριθμὸς ἐξ ἴσου γενόμενος γενόμενος A: γιγνόμενος N. τὸν φεύγοντα μᾶλλον ὠφελεῖ ἢ τὸν διώκοντα.
52 ἡ μὲν βάσανος, ὦ ἄνδρες, τοιαύτη ἐγένετο, ἐγένετο A: γεγένηται N. ᾗ οὗτοι πιστεύοντες εὖ εἰδέναι φασὶν ὑπʼ ἐμοῦ ἀποθανόντα τὸν ἄνδρα. καίτοι τὸ παράπαν ἔγωγʼ ἂν εἴ τι συνῄδη ἐμαυτῷ καὶ εἴ τί μοι εἴ τί μοι A corr.2: εἴ τ’ ἐμοὶ A pr. N. τοιοῦτον εἴργαστο, ἠφάνισʼ ἂν τὼ ἀνθρώπω, ὅτε ἐπʼ ἐμοὶ ἦν τοῦτο μὲν εἰς τὴν Αἶνον ἀπάγειν ἀπάγειν A corr.2: ἀπάγων A pr. N. ἅμα ἐμοί, τοῦτο δὲ εἰς τὴν ἤπειρον διαβιβάσαι, καὶ μὴ ὑπολείπεσθαι μηνυτὰς κατʼ ἐμαυτοῦ τοὺς συνειδότας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme