Thesauros Literature Oratory Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
53 φασὶ δὲ γραμματείδιον εὑρεῖν ἐν τῷ πλοίῳ, ὃ ἔπεμπον ἐγὼ Λυκίνῳ, ὡς ἀποκτείναιμι τὸν ἄνδρα. καίτοι τί ἔδει με γραμματείδιον πέμπειν, αὐτοῦ συνειδότος τοῦ τὸ γραμματείδιον φέροντος;sequuntur in codd.:τίνος γε δὴ ἕνεκα ... κἀκείνῳ, quae nunc ad 57 init. leguntur auct. Ald. ὥστε τοῦτο μὲν σαφέστερον αὐτὸς αὐτὸς Reiske: αὐτοῖς codd. ἔμελλεν ἐρεῖν ἐρεῖν A: εὑρεῖν N. ὁ εἰργασμένος, τοῦτο δὲ οὐδὲν ἔδει κρύπτειν αὐτόν· αὐτὸν Ald.: αὐτὰ codd. ἃ γὰρ μὴ οἷόν τε εἰδέναι τὸν φέροντα, ταῦτʼ ἄν τις μάλιστα συγγράψας πέμψειεν.
54 ἔπειτα δὲ ὅ τι μὲν μακρὸν εἴη πρᾶγμα, τοῦτο τοῦτο A corr.2: τούτου A pr. N. μὲν ἄν τις ἀναγκασθείη γράψαι τῷ μὴ διαμνημονεύειν τὸν ἀπαγγέλλοντα ὑπὸ πλήθους. τοῦτο δὲ βραχὺ ἦν ἀπαγγεῖλαι, ὅτι τέθνηκεν ὁ ἀνήρ. ἔπειτα ἐνθυμεῖσθε ὅτι διάφορον διάφορον Reiske: διαφέρον codd. ἦν τὸ γραμματείδιον τῷ βασανισθέντι, διάφορος δʼ ὁ ἄνθρωπος τῷ γραμματειδίῳ. ὁ μὲν γὰρ βασανιζόμενος αὐτὸς ἔφη ἀποκτεῖναι, τὸ δὲ γραμματείδιον ἀνοιχθὲν ἐμὲ τὸν ἀποκτείναντα ἐμήνυεν.
55 καίτοι ποτέρῳ χρὴ πιστεῦσαι; τὸ μὲν γὰρ πρῶτον οὐχ ηὗρον ἐν τῷ πλοίῳ ζητοῦντες τὸ γραμματείδιον, ὕστερον δέ. τότε μὲν γὰρ οὔπω οὕτως ἐμεμηχάνητο αὐτοῖς. ἐπειδὴ δὲ ὁ ἄνθρωπος ὁ πρότερος βασανισθεὶς οὐδὲν ἔλεγε κατʼ ἐμοῦ, τότε εἰσβάλλουσιν εἰς τὸ πλοῖον τὸ γραμματείδιον, ἵνα ταύτην ἔχοιεν ἐμοὶ τὴν αἰτίαν ἐπιφέρειν·
56 ἐπειδὴ δʼ ἀνεγνώσθη τὸ γραμματείδιον καὶ ὁ ὕστερος βασανιζόμενος οὐ συνεφέρετο τῷ γραμματειδίῳ, οὐκέθʼ οἷόν τʼ ἦν ἀφανίσαι τὰ ἀναγνωσθέντα. εἰ γὰρ ἡγήσαντο τὸν ἄνδρα πείσειν ἀπὸ πρώτης καταψεύδεσθαί μου, οὐκ ἄν ποτʼ ἐμηχανήσαντο τὰ ἐν τῷ γραμματειδίῳ. καί μοι μάρτυρας τούτων κάλει.
57 Μάρτυρες
57 τίνος γε δὴ ἕνεκα τὸν ἄνδρα ἀπέκτεινα; οὐδὲ οὐδὲ Ald.: οὔτε codd. γὰρ ἔχθρα οὐδεμία ἦν ἐμοὶ κἀκείνῳ. λέγειν δὲ τολμῶσιν ὡς ἐγὼ χάριτι τὸν ἄνδρα ἔκτεινα. καὶ τίς πώποτε χαριζόμενος ἑτέρῳ τοῦτο εἰργάσατο; οἶμαι μὲν γὰρ οὐδένα, ἀλλὰ δεῖ μεγάλην τὴν ἔχθραν ὑπάρχειν τῷ τοῦτο μέλλοντι ποιήσειν, καὶ τὴν πρόνοιαν ἐκ πολλῶν πολλῶν] πολλοῦ nonnulli auct. Pahle. εἶναι φανερὰν ἐπιβουλευομένην. ἐμοὶ δὲ κἀκείνῳ οὐκ ἦν ἔχθρα οὐδεμία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme