Thesauros Literature Oratory Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
58 εἶεν, ἀλλὰ δείσας περὶ ἐμαυτοῦ μὴ αὐτὸς παρʼ ἐκείνου τοῦτο πάθοιμι; καὶ γὰρ ἂν τῶν τοιούτων ἕνεκά τις ἀναγκασθείη τοῦτο ἐργάσασθαι. ἀλλʼ οὐδέν μοι τοιοῦτον ὑπῆρκτο εἰς αὐτόν. ἀλλὰ χρήματα ἔμελλον λήψεσθαι ἀποκτείνας αὐτόν; ἀλλʼ οὐκ ἦν αὐτῷ.verbaἀλλὰ χρήματα ... αὐτῷ quae anteεἶεν habent codd.
59 ἀλλὰ σοὶ μᾶλλον ἐγὼ τὴν πρόφασιν ταύτην ἔχοιμʼ ἂν εἰκότως μετὰ τῆς ἀληθείας ἀναθεῖναι, ὅτι χρημάτων ἕνεκα ζητεῖς ἐμὲ ἀποκτεῖναι, μᾶλλον ἢ σὺ ἐμοὶ σὺ ἐμοὶ A corr.:σὺν ἐμοὶ A pr. N. ἐκεῖνον· καὶ πολὺ ἂν δικαιότερον ἁλοίης σὺ φόνου σὺ φόνου Maetzner: τοῦ φόνου codd. ἐμὲ ἀποκτείνας ὑπὸ τῶν ἐμοὶ προσηκόντων, ἢ ἐγὼ ὑπὸ σοῦ καὶ τῶν ἐκείνου ἀναγκαίων. ἐγὼ μὲν γὰρ σοῦ σοῦ Blass: σοι codd. φανερὰν τὴν πρόνοιαν εἰς ἐμὲ ἀποδείκνυμι, σὺ δʼ ἐμὲ δ’ ἐμὲ Blass: δέ με codd. ἐν ἀφανεῖ λόγῳ ζητεῖς ἀπολέσαι.
60 ταῦτα μὲν ὑμῖν λέγω, ὡς αὐτῷ μοι πρόφασιν οὐδεμίαν εἶχε τἀποκτεῖναι εἶχε τἀποκτεῖναι Kayser: ἔχει ἀποκτεῖναι codd. τὸν ἄνδρα· δεῖ δέ με καὶ ὑπὲρ Λυκίνου ἀπολογήσασθαι, ὡς ἔοικεν, ἀλλʼ οὐχ ὑπὲρ αὑτοῦ μόνον, ὡς οὐδʼ ἐκεῖνον εἰκότως αἰτιῶνται. λέγω τοίνυν ὑμῖν ὅτι ταὐτὰ ὑπῆρχεν αὐτῷ εἰς ἐκεῖνον ἅπερ ἐμοί· οὔτε γὰρ χρήματα ἦν αὐτῷ ὁπόθεν ἂν ἔλαβεν ἀποκτείνας ἐκεῖνον, οὔτε κίνδυνος αὐτῷ ὑπῆρχεν οὐδεὶς ὅντινα διέφευγεν ἀποθανόντος ἐκείνου.
61 τεκμήριον δὲ μέγιστον ὡς οὐκ ἐβούλετο αὐτὸν ἀπολέσαι. ἐξὸν γὰρ αὐτῷ ἐν ἀγῶνι καὶ κινδύνῳ μεγάλῳ καταστήσαντι μετὰ τῶν νόμων τῶν ὑμετέρων ἀπολέσαι ἐκεῖνον, εἴπερ προωφείλετο αὐτῷ κακόν, καὶ τό τε ἴδιον τὸ αὑτοῦ διαπράξασθαι καὶ τῇ πόλει τῇ ὑμετέρᾳ χάριν καταθέσθαι, εἰ ἐπέδειξεν ἀδικοῦντα ἐκεῖνον, οὐκ ἠξίωσεν, ἀλλʼ οὐδʼ ἦλθεν ἐπὶ τοῦτον. καίτοι καλλίων γε ἦν ὁ κίνδυνος αὐτῷ nonnulla deesse videntur, quae sic e.g. suppleri possint:ἐν ἀγῶνι καταστήσαντι κεῖνον ἢ δι’ ἐμοῦ βιαίως ἀπολέσαντι. καί μοι μάρτυρας τούτον κάλει.
62 Μάρτυρες

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme