69
τοῦτο δʼ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι. καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόησεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν ἐν om. A. τῇ σφαγῇ ὤχετο φεύγων, ἀλλʼ ἐτόλμησε μεῖναι, ἀπώλοντʼ ἂν οἱ ἔνδον ὄντες ὄντες om. A. ἅπαντες· οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο· νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ.
69
τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ δὲ A: δὴ N. ὑμέτεροι, ἐκεῖνοι μὲν ἅπαντες ἀπέθανον ἀπέθανον A corr.2:ἀποθανόντες A pr. N. ὀργῇ μᾶλλον ἢ γνώμῃ, πλὴν ἑνός, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο.
70
τοῦ δʼ ἑνὸς τούτου—Σωσίαν ὄνομά φασιν αὐτῷ εἶναι—κατέγνωστο μὲν ἤδη θάνατος, ἐτεθνήκει δὲ οὔπω· καὶ ἐν τούτῳ ἐδηλώθη τῷ τρόπῳ ἀπωλώλει τὰ χρήματα, καὶ ὁ ἀνὴρ ἀπήχθη ὑπὸ τοῦ δήμου τοῦ ὑμετέρου παραδεδομένος ἤδη τοῖς ἕνδεκα, οἱ δʼ ἄλλοι ἐτέθνασαν οὐδὲν αἴτιοι ὄντες.
71
ταῦθʼ ὑμῶν αὐτῶν ἐγὼ οἶμαι μεμνῆσθαι τοὺς πρεσβυτέρους, τοὺς δὲ νεωτέρους πυνθάνεσθαι ὥσπερ ἐμέ.
71
οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. καὶ τοῦτʼ ἴσως ἂν ἂν om. N. φανερὸν γένοιτʼ ἂν ὕστερον, ὅτῳ τρόπῳ τέθνηκεν ὁ ἄνθρωπος. μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γʼ εὖ βουλεύσασθε, καὶ μὴ μετʼ μὴ μετʼ vulg.: μήτε μετʼ AN. ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι.
72
οὐ γὰρ ἔστιν ὅ τι ἂν ἂν add. Stobaeus, Flor. xx. 44, qui verbaοὐ γὰρ ἔστιν...διαφθείρει τοῦ ἀνθρώπου affert. idemεὖ γνοίν· ἂν γνοίη codd. ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ ᾧ ᾧ] ὃ Stobaeus. βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη ἡμέρα ... γιγνομένη Stephanus: ἡμέραν ... γιγνομένην codd. γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι μεταστῆσαι Stephanus: μεταστήσειν codd. καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων.