Thesauros Literature Oratory Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
73 εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφʼ ὑμῶν ἄξιός εἰμι μᾶλλον ἢ δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδόναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύοντας. κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον ἐμὲ δικαίως σῴζειν ἢ τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι ἃ οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν ἀρχὴν Ald.: ἀρχὴ ἣ codd. ὀρθῶς βουλεύεσθαι.
74 δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι, πατέρα ὄντα· ὁ μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν ἐκείνῳ πεπραγμένων, καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν ἃ μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπʼ ἐμοῦ·
75 νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθʼ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχʼ ἂν σφαλείην, ἃ ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτʼ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δʼ οὖν κεκινδυνεύσεται. κεκινδυνεύσεται A corr.2: καὶ κινδυνεύσεται A pr. N.
76 πρὶν μὲν γὰρ τὴν ἀπόστασιν τὴν Μυτιληναίων τὴν Μυτ. Blass: τῶν Μυτ. codd. γενέσθαι, ἔργῳ τὴν εὔνοιαν ἐδείκνυε τὴν εἰς ὑμᾶς· ἐπειδὴ δὲ ἡ πόλις ὅλη κακῶς ἐβουλεύσατο ἀποστᾶσα καὶ ἥμαρτε τῆς ὑμετέρας γνώμης, τῆς ὑμετέρας γνώμης del. Hirschig, quiἀποστᾶσα quoque damnat μετὰ τῆς πόλεως ὅλης ἠναγκάσθη συνεξαμαρτεῖν. τὴν μὲν οὖν γνώμην ἔτι καὶ ἐν ἐκείνοις ὅμοιος ἦν εἰς ὑμᾶς, τὴν δʼ εὔνοιαν οὐκέτι ἦν ἐπʼ ἐκείνῳ τὴν αὐτὴν εἰς ὑμᾶς παρέχειν. οὔτε γὰρ ἐκλιπεῖν τὴν πόλιν εὐρόπως εὐρόπως A corr.2: εὗρ’ ὅπως A pr. N. εἶχεν αὐτῷ· ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα ἃ εἴχετο αὐτοῦ, οἵ τε παῖδες καὶ τὰ χρήματα· τοῦτο δʼ αὖ μένοντι πρὸς τὴν πόλιν αὐτῷ ἀδυνάτως εἶχεν ἰσχυρίζεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme