Thesauros Literature Oratory Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
6 ἀνάγκη δὲ κινδυνεύοντα περὶ αὑτῷ καί πού τι καὶ ἐξαμαρτεῖν. οὐ γὰρ μόνον τῶν λεγομένων ἀνάγκη ἐνθυμεῖσθαι, ἀλλὰ καὶ τῶν ἐσομένων· ἅπαντα γὰρ τὰ ἐν ἀδήλῳ ἔτʼ ὄντα ἐπὶ τῇ τύχῃ μᾶλλον ἀνάκειται ἢ τῇ προνοίᾳ. ταῦτʼ οὖν ἔκπληξιν πολλὴν παρέχειν ἀνάγκη ἐστὶ τῷ κινδυνεύοντι.
7 ὁρῶ γὰρ ἔγωγε καὶ τοὺς πάνυ ἐμπείρους τοῦ ἀγωνίζεσθαι πολλῷ χεῖρον ἑαυτῶν λέγοντας, ὅταν ἔν τινι κινδύνῳ ὦσιν· ὅταν δʼ ἄνευ κινδύνων τι διαπράσσωνται, μᾶλλον ὀρθουμένους.
8 ἡ μὲν οὖν αἴτησις, ὦ ἄνδρες, καὶ νομίμως καὶ ὁσίως ἔχουσα, καὶ ἐν τῷ ὑμετέρῳ δικαίῳ οὐχ ἧσσον ἢ ἐν τῷ ἐμῷ· περὶ δὲ τῶν κατηγορημένων ἀπολογήσομαι καθʼ ἕκαστον.
8 πρῶτον μὲν οὖν, ὡς παρανομώτατα καὶ βιαιότατα εἰς τόνδε τὸν ἀγῶνα καθέστηκα, τοῦτο ὑμᾶς διδάξω, οὐ τῷ φεύγειν ἂν τὸ πλῆθος τὸ ὑμέτερον, ἐπεὶ κἂν ἀνωμότοις ὑμῖν καὶ μὴ κατὰ νόμον μηδένα ἐπιτρέψαιμι περὶ τοῦ σώματος τοῦ ἐμοῦ διαψηφίσασθαι, ἕνεκά γε τοῦ πιστεύειν ἐμοί τε μηδὲν ἐξημαρτῆσθαι εἰς τόδε τὸ πρᾶγμα καὶ ὑμᾶς γνώσεσθαι τὰ δίκαια, ἀλλʼ ἵνα ᾖ τεκμήρια ὑμῖν ὑμῖν A corr. N:ἐμοὶ A pr. καὶ τῶν ἄλλων πραγμάτων καὶ καὶ del. Sauppe. τῶν εἰς ἐμὲ ἡ τούτων βιαιότης καὶ παρανομία.
9 πρῶτον μὲν γὰρ κακοῦργος ἐνδεδειγμένος φόνου δίκην φεύγω, ὃ οὐδεὶς πώποτʼ ἔπαθε τῶν ἐν τῇ γῇ ταύτῃ. καὶ ὡς μὲν οὐ κακοῦργός εἰμι οὐδʼ ἔνοχος τῷ τῶν κακούργων νόμῳ, αὐτοὶ οὗτοι τούτου γε μάρτυρες γεγένηνται. περὶ γὰρ τῶν κλεπτῶν καὶ λωποδυτῶν ὁ νόμος κεῖται, ὧν οὐδὲν ἐμοὶ προσὸν ἀπέδειξαν. οὕτως εἴς γε ταύτην τὴν ἀπαγωγὴν νομιμωτάτην καὶ δικαιοτάτην πεποιήκασιν ὑμῖν τὴν ἀποψήφισίν μου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme