85
ὅσα μὲν οὖν ἐκ τῶν κατηγορηθέντων μέμνημαι, ὦ ἄνδρες, ἀπολελόγημαι· οἶμαι δὲ καὶ καὶ om. N. ὑμῶν αὐτῶν ἕνεκα δεῖν ὑμᾶς μουnonnulla excidisse videntur: sensum suppl. Schoemann. ἀποψηφίσασθαι. ταὐτὰ ταὐτὰ Bekker: ταῦτα codd. γὰρ ἐμέ τε σῴζει, καὶ ὑμῖν νόμιμα καὶ εὔορκα γίγνεται. κατὰ γὰρ τοὺς νόμους ὠμόσατε δικάσειν· ἐγὼ δὲ καθʼ οὓς μὲν ἀπήχθην, οὐκ ἔνοχός εἰμι τοῖς νόμοις, ὧν δʼ ἔχω τὴν αἰτίαν, ἀγών μοι νόμιμος ὑπολείπεται. εἰ δὲ δύο ἐξ ἑνὸς ἀγῶνος γεγένησθον, οὐκ ἐγὼ αἴτιος, ἀλλʼ οἱ κατήγοροι. καίτοι οὐ δήπου οἱ μὲν ἔχθιστοι οἱ ἐμοὶ δύο ἀγῶνας περὶ ἐμοῦ πεποιήκασιν, ὑμεῖς δὲ οἱ τῶν δικαίων ἴσοι κριταὶ προκαταγνώσεσθέ μου μου A: με N. ἐν τῷδε τῷ ἀγῶνι ἀγῶνι Maetzner: λόγῳ codd. τὸν φόνον.
86
μὴ ὑμεῖς γε, ὦ ἄνδρες· ἀλλὰ δότε τι καὶ τῷ χρόνῳ, μεθʼ οὗ ὀρθότατα εὑρίσκουσιν οἱ τὴν ἀκρίβειαν ζητοῦντες τῶν πραγμάτων. ἠξίουν μὲν γὰρ ἔγωγε περὶ τῶν τοιούτων, ὦ ἄνδρες, εἶναι τὴν δίκην κατὰ τοὺς νόμους, κατὰ μέντοι τούτους τούτους addidit Sauppe. τὸ δίκαιον ὡς πλειστάκις ἐλέγχεσθαι. τοσούτῳ γὰρ ἄμεινον ἂν ἐγιγνώσκετο· οἱ γὰρ πολλοὶ ἀγῶνες τῇ μὲν ἀληθείᾳ σύμμαχοί εἰσι, τῇ δὲ διαβολῇ πολεμιώτατοι.
87
φόνου γὰρ δίκη καὶ μὴ ὀρθῶς γνωσθεῖσα ἰσχυρότερον τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἐστιν· ἀνάγκη γὰρ, ἐὰν ὑμεῖς μου καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδʼ ἔνοχον τῷ ἔργῳ χρῆσθαι τῇ δίκῃ καὶ τῷ νόμῳ· καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν δίκην τὴν δεδικασμένην παραβαίνειν, πιστεύσας αὑτῷ ὅτι οὐκ ἔνοχός ἐστιν, οὔτε ξυνειδὼς αὑτῷ τοιοῦτον ἔργον εἰργασμένῳ μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, ἄλλως τε καὶ ἐὰν μὴ ᾖ ὁ τιμωρήσων.