20
ἐγὼ δὲ τὸν μὲν πλοῦν ἐποιησάμην ἐκ τῆς Μυτιλήνης, ὦ ἄνδρες, ἐν τῷ πλοίῳ πλέων ᾧ Ἡρῴδης οὗτος, ὅν φασιν ὑπʼ ἐμοῦ ἀποθανεῖν· ἐπλέομεν δὲ εἰς τὴν Αἶνον, ἐγὼ μὲν ὡς τὸν πατέρα—ἐτύγχανε γὰρ ἐκεῖ ὢν τότε—ὁ δʼ Ἡρῴδης ἀνδράποδα Θρᾳξὶν ἀνθρώποις ἀπολύσων. συνέπλει δὲ τά τε ἀνδράποδα ἃ ἔδει αὐτὸν ἀπολῦσαι, καὶ οἱ Θρᾷκες οἱ λυσόμενοι. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
21
Μάρτυρες
21
ἡ μὲν πρόφασις ἑκατέρῳ τοῦ πλοῦ αὕτη· ἐτύχομεν δὲ χειμῶνί τινι χρησάμενοι, ὑφʼ οὗ ἠναγκάσθημεν κατασχεῖν εἰς τῆς Μηθυμναίας τι χωρίον, μάρτυρας Reiske: μαρτυρίας codd. οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα μετεκβάντα A corr. N:μεταβάντα A. φασὶν ἀποθανεῖν αὐτόν , τὸν Ἡρῴδην. τὸν Ἡρῴδην secl. Reiske.
21
καὶ πρῶτον μὲν αὐτὰ ταῦτα σκοπεῖτε, ὅτι οὐ τῇ ἐμῇ προνοίᾳ ὅτι οὐ τῇ ἐμῇ πρ. Jebb: ὅτι οὐ προνοίᾳ Maetzner: ὅτι μὴ μᾶλλον ἐγίγνετο ἢ τύχῃ. οὔτε γὰρ πείσας τὸν ἄνδρα οὐδαμοῦ ἀπελέγχομαι σύμπλουν μοι γενέσθαι, ἀλλʼ αὐτὸς καθʼ αὑτὸνcodd. τὸν πλοῦν πεποιημένος ἕνεκα πραγμάτων ἰδίων·
22
οὔτʼ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον, οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλʼ ἀνάγκῃ χρησάμενοι· οὔτʼ αὖ ἐπειδὴ ὡρμισάμεθα, ἡ μετέκβασις καθ’ αὑτὸν Stephanus: κατ’ αὐτὸν codd. ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδʼ ἀπάτῃ, ἀλλʼ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτʼ ἦν. τούτων δʼ ὑμῖν μάρτυρας μετέκβασις A corr. N:μετάβασις A. παρέξομαι.
23
Μάρτυρες
23
ἐπειδὴ δὲ μετεξέβημεν μετεξέβημεν A: μετέβημεν N. εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ ἐκ om. N. τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. τῇ δʼ ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπʼ ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο.