40
τὸ τελευταῖον, ὦ Ζεῦ καὶ θεοὶ πάντες, Φιλοκράτης αὐτὸς οὑτοσὶ ἐν τῷ βουλευτηρίῳ ἐναντίον τῆς βουλῆς, ἑστὼς μετʼ ἐμοῦ ἐπὶ τοῦ βήματος, ἁπτόμενος ἐμοῦ διελέγετο, ὀνόματι οὗτοςοὗτος Ν: ὁ τοιοῦτος Α. ἐμὲ προσαγορεύων, καὶ ἐγὼ τοῦτον, ὥστε δεινὸν δόξαι εἶναι τῇ βουλῇ, ἐπειδὴ ἐπύθετο προειρημένον μοι εἴργεσθαι τῶν νομίμων ὑπὸ τούτων, οὓς ἑώρωνἑώρων Ν: ἑώρα Α. μοι τῇ προτεραίᾳπροτεραίᾳ Baiter et Sauppe:προτέρᾳ codd. συνόντας καὶ διαλεγομένους.
41
σκέψασθε δὲ καί μοι μνήσθητε, ὦ ἄνδρες· ταῦτα γὰρ οὐ μόνον μάρτυσιν ὑμῖν ἀποδείξω, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων ἃ τούτοις πέπρακται, ῥᾳδίως γνώσεσθε ὅτι ἀληθῆ λέγω. καὶ πρῶτον ἃ τοῦ βασιλέως κατηγοροῦσι καὶ διὰ τὴν ἐμὴν σπουδὴν οὔ φασιν ἐθέλειν αὐτὸν ἀπογράφεσθαι τὴν δίκην, τοῦτο δὴδὴ Baiter: δὲ codd. κατʼ αὐτῶν τούτων ἔσται τεκμήριον ὅτι οὐκ ἀληθῆ λέγουσιν.
42
ἔδει μὲν γὰρ τὸν βασιλέα, ἐπειδὴ ἀπεγράψατο, τρεῖς προδικασίαςπροδικασίας A pr.:προδιαδικασίας A corr. N. ποιῆσαι ἐν τρισὶ μησί, τὴν δίκην δʼ εἰσάγειν τετάρτῳ μηνί, ὥσπερ νυνί· τῆς δʼ ἀρχῆς αὐτῷ λοιποὶ δύο μῆνες ἦσαν, Θαργηλιὼν καὶ Σκιροφοριών. καὶ οὔτʼ εἰσάγειν δήπου οἷός τʼ ἂν ἦν ἐφʼ ἑαυτοῦ, οὔτεοὔτε Reiske: οὐδὲ codd. παραδοῦναι φόνου δίκηνδίκην om. Α. ἔξεστιν, οὐδὲ παρέδωκεν οὐδεὶς πώποτε βασιλεὺς ἐν τῇ γῇ ταύτῃ. ἥντινα οὖν μήτε εἰσάγειν μήτε παραδοῦναι ἐξῆν αὐτῷ, οὐδʼ ἀπογράφεσθαι ἠξίου παρὰ τοὺς ὑμετέρους νόμους.
43
καὶ ὅτι οὐκ ἠδίκειἠδίκει Reiske: ἀδικεῖ codd. αὐτούς, μέγιστον σημεῖον· Φιλοκράτης γὰρ οὑτοσὶ ἑτέρους τῶν ὑπευθύνων ἔσειε καὶ ἐσυκοφάντει, τούτου δὲ τοῦ βασιλέως, ὅν φασι δεινὰ καὶ σχέτλια εἰργάσθαι, οὐκ ἦλθε κατηγορήσων εἰς τὰς εὐθύνας. καίτοι τί ἂν ὑμῖν μεῖζον τούτου τεκμήριον ἀποδείξαιμι, ὅτι οὐκ ἠδικεῖτο οὔθʼ ὑπʼ ἐμοῦ οὔθʼ ὑπʼ ἐκείνου;