44
ἐπειδὴ δὲδὲ Gebauer: γὰρ codd. οὑτοσὶ ὁ βασιλεὺς εἰσῆλθεν, ἐξὸν ἀυτοῖς ἀπὸ τῆς πρώτης ἡμέραςἡμέρας vulg.: ἡμέραι ὁ ΑΝ. ἀρξαμένοις τοῦ Ἑκατομβαιῶνος μηνὸς τριάκονθʼ ἡμέρας συνεχῶς τούτων ᾗτινι ἐβούλοντο ἀπογράφεσθαι, ἀπεγράφοντο οὐδεμιᾷ· καὶ αὖθις τοῦ Μεταγειτνιῶνος μηνὸς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξαμένοις ἐξὸν αὐτοῖς ἀπογράφεσθαι ᾗτινιᾗ om. ΑΝ. ἐβούλοντο, οὐδʼ αὖ πωαὖ πω Blass: αὐτῷ codd. ἐνταῦθα ἀπεγράψαντο, ἀλλὰ παρεῖσανπαρεῖσαν Ν: παρῆσαν Α. καὶ τούτου τοῦ μηνὸς εἴκοσιν ἡμέρας·ἡμέρας vulg.: ἡμέραις A corr. N,ἡμέραι A pr. ὥστε αἱ σύμπασαι ἡμέραι ἐγένοντο αὐτοῖς πλεῖν ἢ πεντήκοντα ἐπὶ τούτου τοῦ βασιλέως, ἐν αἷς ἐξὸν αὐτοῖς ἀπογράψασθαι οὐκ ἀπεγράψαντο.
45
καὶ οἱ μὲν ἄλλοι ἅπαντες ὅσοιςὅσοις A pr.:ὅσοι A corr. N. ἐπὶ τοῦ αὐτοῦ βασιλέως ὁ χρόνος μὴ ἐγχωρεῖἐγχωρεῖ Dobree: ἐχώρει Ν, ἐνεχώρει Α.lacunam indicavit Dobree, qui sensum sic supplevit:εὐθὺς εἰσελθόντος τοῦ διαδόχου ἀπογράφονται. οὗτοι δʼ ἐπιστάμενοι μὲν τοὺς νόμους ἅπαντας, ὁρῶντες δʼ ἐμὲ βουλεύοντα καὶ εἰσιόντʼ ἐς τὸ βουλευτήριον—καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ Διὸς βουλαίου καὶ Ἀθηνᾶς βουλαίας ἱερόν ἐστι καὶ εἰσιόντες οἱ βουλευταὶ προσεύχονται, ὧν κἀγὼ εἷς ἦ, ὃς ὃς Blass: ὁ Maetzner: ταῦτα codd. ταὐτὰ πράττων, καὶ εἰς τἆλλα ἱερὰ πάντα εἰσιὼν μετὰ τῆς βουλῆς, καὶ θύων καὶ εὐχόμενος ὑπὲρ τῆς πόλεως ταύτης, καὶ πρὸς τούτοις πρυτανεύσας τὴν πρώτην πρυτανείαν ἅπασαν πλὴν δυοῖν ἡμέραιν, καὶ ἱεροποιῶν καὶ θύων ὑπὲρ τῆς δημοκρατίας, καὶ ἐπιψηφίζων καὶ λέγων γνώμας περὶ τῶν μεγίστων καὶ πλείστου ἀξίων τῇ πόλει φανερὸς ἦ·