5
ἔστι μὲν γὰρ τὰ πλείω τοῖς ἀνθρώποις τοῦ βίου ἐν ταῖς ἐλπίσιν· ἀσεβῶν δὲ καὶ παραβαίνων τὰ εἰς τοὺς θεοὺς καὶ αὐτῆς ἂν τῆς ἐλπίδος, ὅπερ ἐστὶ μέγιστον ἀνθρώποιςἀνθρώποις Α: τοῖς ἀνθρ. Ν. ἀγαθόν, αὐτὸς αὑτὸν ἀποστεροίη. καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴνοὔτε τὴν Α: οὔτ’ ἂν τὴν Ν. δίκην τὴν δεδικασμένηνδεδικασμένην Stephanus ex Her. 87:δεδοκισμασμένην Α. παραβαίνειν, πιστεύσας ὅτι οὐκ ἔνοχός ἐστι τῷ ἔργῳ, οὔτʼ αὖ συνειδὼς αὐτὸς αὑτῷ ἔργον εἰργασμένος τοιοῦτον μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, κἂν μὴ ὁ τιμωρήσων ᾖ.
6
αὐτῶν δὲ τούτων ἕνεκα οἵ τε νόμοι καὶ αἱ διωμοσίαιδιωμοσίαι Α: δημοσίαι Ν. καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλʼ ὅσα γίγνεται τῶν δικῶν τοῦ φόνου ἕνεκα, πολὺ διαφέροντά ἐστιν ἢ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰαὐτὰ τὰ Ald. ex Her. 88:αὐτὰ ταῦτα πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰργὰρ om. Ν. γνωσθέντα τιμωρία ἐστὶν ὑπὲρ τοῦ ἀδικηθέντος, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβεια εἴς τε τοὺς θεοὺς καὶ τοὺς νόμους. καὶ οὐκ ἴσον ἐστὶ τόν τε διώκοντα μὴ ὀρθῶς αἰτιάσασθαι καὶ ὑμᾶς τοὺς δικαστὰς μὴ ὀρθῶςverbaαἰτιάσασθαι ... μὴ ὀρθῶς add. Ald. ex Her. 89. γνῶναι. ἡ μὲν γὰρ τούτου αἰτίασις οὐκ ἔχει [νῦν]νῦν seclusit Reiske, coll. Her. 89. τέλος, ἀλλʼ ἐν ὑμῖν ἐστι καὶ τῇ δίκῃ· ὅ τι δʼ ἂν ὑμεῖς μὴ ὀρθῶς γνῶτε, τοῦτο οὐκ ἔστιν ὅποι ἂν ἀνενεγκώνἂν ἀνενεγκών Reiske: ἂν ἐνεγκών codd. cf. Her. 89. τις τὴν αἰτίαν ἀπολύσαιτο.
7
ἐγὼ δέ, ὦ ἄνδρες, οὐ τὴν αὐτὴν γνώμην ἔχω περὶ τῆς ἀπολογίας ἥνπερ οἱ κατήγοροι περὶ τῆς κατηγορίας. οὗτοι γὰρ τὴν μὲν δίωξιν εὐσεβείας ἕνεκά φασι ποιεῖσθαι καὶ τοῦ δικαίου, τὴν δὲ κατηγορίαν ἅπασαν πεποίηνται διαβολῆς ἕνεκα καὶ ἀπάτης, ὅπερ ἀδικώτατόν ἐστι τῶν ἐν ἀνθρώποις· καὶ οὐκ ἐλέγξαντες, εἴ τιἔι τι Bekker: εἴ γʼ codd. ἀδικῶ, δικαίως με βούλονται τιμωρεῖσθαι, ἀλλὰ διαβαλόντες,διαβαλόντες Baiter: διαβάλλοντες codd. καὶ εἰ μηδὲν ἀδικῶ, ζημιῶσαι καὶ ἐξελάσαι ἐκ τῆς γῆς ταύτης.