Thesauros Literature Oratory Περὶ τοῦ χορευτοῦ

Περὶ τοῦ χορευτοῦ

Περὶ τοῦ χορευτοῦ Antiphon ca. 480-411 B.C
21 ἔλεξε μὲν γὰρ Φιλοκράτης οὑτοσὶ ἀναβὰς εἰς τὴν ἡλιαίαν ἡλιαίαν Taylor: ἡλιακὴν codd. τὴν τῶν θεσμοθετῶν, τῇ ἡμέρᾳ ᾗ ὁ παῖς ἐξεφέρετο, ὅτι ἀδελφὸν αὐτοῦ ἀποκτείναιμι ἐγὼ ἐν τῷ χορῷ, φάρμακον ἀναγκάσας πιεῖν. ἐπειδὴ δὲ οὗτος ταῦτʼ ἔλεγεν, ἀναβὰς ἐγὼ εἰς τὸ δικαστήριον τοῖς αὐτοῖς δικασταῖς ἔλεξα ὅτι τὸν μὲν νόμον οὐ δικαίως μου προκαθισταίη οὐ δικαίως μου προκαθισταίη Thalheim: οὐ δίκαιον οὐ προκαθῆσθαι εἰ Α: οὐ δίκαιον οὐ προκάθισται ἢ Ν. Φιλοκράτης κατηγορῶν καὶ διαβάλλων εἰς τὸ δικαστήριον, μελλόντων ἔσεσθαί μοι ἀγώνων πρὸς Ἀριστίωνα καὶ Φιλῖνον αὔριον καὶ καὶ Maetzner: τῇ codd. ἕνῃ, ἕνῃ Taylor: ἔννη Α, ἔνῃ Ν. ὧνπερ ἕνεκα τοὺς λόγους τούτους λέγοι· λέγοι Ν: λέγει Α.
22 ἃ μέντοι αἰτιῷτο καὶ διαβάλλοι, ῥᾳδίως ἐξελεγχθήσοιτο ψευδόμενος. εἶεν εἰ ἓν Ν: εἰσὶ Α. γὰρ οἱ συνειδότες πολλοί, καὶ ἐλεύθεροι καὶ δοῦλοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, σύμπαντες πλείους ἢ πεντήκοντα, οἳ τούς τε λόγους τοὺς λεχθέντας περὶ τῆς πόσεως τοῦ φαρμάκου καὶ τὰ πραχθέντα καὶ τὰ γενόμεναγενόμενα Reiske: λεγόμενα codd. πάντα ἐπίσταιντο.
23 καὶ εἶπόν τε ταῦτα ἐν τῷ δικαστηρίῳ, καὶ προὐκαλούμην αὐτὸν εὐθὺς τότε, καὶ αὖθις τῇ ὑστεραίᾳ ἐν τοῖς αὐτοῖς δικασταῖς, καὶ ἰέναι ἐκέλευον λαβόντα μάρτυρας ὁπόσους βούλοιτο ἐπὶ τοὺς παραγενομένους, λέγων αὐτῷ ὀνόματι ἕκαστον, τούτους ἐρωτᾶν καὶ ἐλέγχειν, τοὺς μὲν ἐλευθέρους ὡς χρὴ τοὺς ἐλευθέρους, οἳ σφῶν τʼ αὐτῶντ’ αὐτῶν add. Sauppe. ἕνεκα καὶ τοῦ δικαίου ἔφραζον ἂν τἀληθῆ καὶ τὰ γενόμενα, τοὺς δὲ δούλους, εἰ μὲν αὐτῷ ἐρωτῶντι διδόναι post ἐρωτῶντι hab. codd.: om.Ald. τἀληθῆ δοκοῖεν λέγειν, εἰ δὲ μή, ἕτοιμος εἴην εἴην Taylor: εἶεν Α, εἰμι Ν. διδόναι βασανίζειν τούς τε ἐμαυτοῦ πάντας, καὶ εἴ τινας τῶν ἀλλοτρίων κελεύοι, κελεύοι Bekker: κελεύει codd. ὡμολόγουν πείσας τὸν δεσπότην παραδώσειν αὐτῷ βασανίζειν τρόπῳ ὁποίῳ βούλοιτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme