28
ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες, ὅτι εἰ μὲν τούτοις ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες οἱ παραγενόμενοι, αὐτοῖς ἂν τούτοις ἰσχυροτάτοις ἐχρῶντο καὶ πίστιν ταύτην σαφεστάτην ἀπέφαινον, τοὺς μάρτυρας τοὺς καταμαρτυροῦντας· τῶν αὐτῶν δὲταὐτὰ Reiske: ταῦτα codd. τούτων μαρτυρούντων,μαρτυρούντων A pr.:καταμαρτυρούντων A corr. N. ἃ μὲν ἐγὼ λέγω, ἀληθῆ εἶναι, ἃ δὲ οὗτοι λέγουσιν, οὐκ ἀληθῆ, τοῖς μὲν μάρτυσι τοῖς ἐμοὶἐμοὶ add. Reiske. μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς διδάσκουσι, τοῖς δὲ λόγοις οἷς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι, οὓς ἐγὼ εἰ ἔλεγον ἄνευ μαρτύρων, ψευδεῖς ἂν κατηγόρουν εἶναι.
29
καίτοι δεινὸν εἰ οἱ αὐτοὶ μάρτυρες τούτοις μὲν ἂν μαρτυροῦντες πιστοὶ ἦσαν, ἐμοὶ δὲ μαρτυροῦντες ἄπιστοι ἔσονται. καὶ εἰ μὲν πάνυ μὴ παρεγένοντο μάρτυρες, ἐγὼ δὲ παρειχόμην,παρειχόμην Stephanus: παρεσχόμην codd. ἢ τοὺς παραγενομένους μὴ παρειχόμην, ἑτέρους δέ τινας, εἰκότως ἂν οἱ τούτων λόγοι πιστότεροι ἦσαν τῶν ἐμῶν μαρτύρων· ὅπου δὲ μάρτυράς τε ὁμολογοῦσι παραγενέσθαι, καὶ ἐγὼ τοὺς παραγενομένους παρέχομαι, καὶκαὶ add. Reiske. εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας καὶ αὐτὸς ἐγὼ καὶ οἱ μάρτυρες ἅπαντες φανεροί ἐσμεν λέγοντες ἅπερ νυνὶ πρὸς ὑμᾶς, πόθεν χρή, ὦ ἄνδρες, ἢ τἀληθῆ πιστὰ ἢ τὰ μὴ ἀληθῆ ἄπιστα ποιεῖν ἄλλοθεν ἢ ἐκ τῶν τοιούτων;
30
ὅπου μὲν γὰρ λόγῳ τις διδάσκοι περὶ τῶν πραχθέντων, μάρτυρας δὲ μὴ παρέχοιτο, μαρτύρων ἄν τις τοὺς λόγους τούτους ἐνδεεῖς φαίη εἶναι· ὅπου δὲ μάρτυρας μὲν παρέχοιτο,παρέχοιτο N corr.:παρέχοιντο A N pr. τεκμήρια δὲ αὖ τοῖςαὖ τοῖς Reiske: αὐτοῖς codd. μαρτυροῦσιν ὅμοια μὴ ἀποφαίνοι,ἀποφαίνοι Reiske: ἀποφαίνοιτο Ν, ἀποφαίνοιντο Α. ταὐτὰ ἄν τις ἔχοι εἰπεῖν, εἰ βούλοιτο.
31
ἐγὼ τοίνυν τοὺς τε λόγους ὑμῖν εἰκότας ἀποφαίνω, καὶ τοῖς λόγοις τοὺς μάρτυρας ὁμολογοῦντας καὶ τοῖς μάρτυσι τὰ ἔργα, καὶ τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων, καὶ ἔτι πρὸς τούτοις δύο τὼ μεγίστω καὶ ἰσχυροτάτω, τούτους μὲν αὐτούς τε ὑπὸ σφῶν αὐτῶν ἐξελεγχομένους καὶ ὑπʼ ἐμοῦ, ἐμὲ δὲ ὑπό τε τούτων καὶ ὑπὸ ἐμαυτοῦ ἀπολυόμενον·