34
συστῆσαι κατασκευὴν ἑτέραν οἵα ἐπʼ Ἄγιδος ἐπ’ Ἄγιδος Wesseling: ἐπ’ Αἰγὸς codd.: ἔναγχος Cobet. ἐγένετο, ὅτε Λακεδαιμόνιοι μὲν ἅπαντες ἐξεστράτευσαν, Ἀχαιοὶ δὲ καὶ Ἠλεῖοι τῶν πραγμάτων ἐκοινώνουν, ὑπῆρχον δὲ ξένοι μύριοι, Ἀλέξανδρος δʼ, ὡς οἱ ὡς οἱ] ὡς ἦσαν οἱ Reiske. λέγοντες, ἐν Ἰνδοῖς ἦν, ἡ δʼ Ἑλλὰς ἅπασα διὰ τοὺς ἐν ἑκάστῃ τῶν πόλεων προδότας ἀχθομένη τοῖς παροῦσι πράγμασιν ἠσμένει μεταβολήν τινα τῶν κακῶν τῶν περιεστηκότων.
35
τί οὖν; ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, ὁ τοῦ συμβουλεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστῶτα πράγματα; ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων τούτων Bekker: του τῶν Α: τῶ . . . τῶν, ut vid., N pr. (τῶ eras.). [κινδύνων]; κινδύνων del. Bekker. συνεβούλευσας; ἐπόρισας χρήματα; μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν; οὐδʼ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρʼ αὑτῷ γράφων ἐπιστολήν, καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν,
36
ἐκ τῶν δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθʼ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων, ὦ δέσποινʼ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ, συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τῇ πόλει, τῇ πόλει Stephanus: τὴν πόλιν codd. καὶ μηδεπώποτε μηδεπώποτε Blass: μηδέποτε codd. βελτιόνων.
37
οὐκ ἀναμνήσεσθε, ὦ ἄνδρες, τὰς τῶν πρεσβυτέρων πράξεις; οἳ μεγάλων καὶ πολλῶν κινδύνων καταλαμβανόντων τὴν πόλιν ἀξίως τῆς πατρίδος καὶ τῆς αὐτῶν ἐλευθερίας καὶ τῆς δόξης τῆς δικαίας δικαίας] παλαιᾶς Bekker: alii alia. ὑπὲρ τῶν τοῦ δημοσίου συμφερόντων ἐκινδύνευσαν; ὧν τοὺς μὲν ἀρχαίους ἐκείνους μακρὸν ἂν εἴη λέγειν, Ἀριστείδην καὶ Θεμιστοκλέα, τοὺς ὀρθώσαντας τὰ τείχη τῆς πόλεως καὶ τοὺς φόρους εἰς ἀκρόπολιν ἀνενεγκόντας παρʼ ἑκόντων καὶ βουλομένων τῶν Ἑλλήνων·