Thesauros Literature Oratory Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
61 ἢ τοῦτο μὲν οὐκ ἐπιχειρήσεις λέγειν, ὅτι δὲ τῶν πρότερον πρότερον Scaliger: προτέρων codd. ἀποφανθέντων ὑπὸ τῆς βουλῆς, τοῖς μὲν ἄλλοις ὡμολογηκέναι συμβέβηκεν ἀξίαν εἶναι τὴν τῆς βουλῆς ζημίαν, ζημίαν A pr.: ζήτησιν A corr. N. σοὶ δὲ μόνῳ τὰ τὰ] del. Dobree. περὶ αὐτῆς ἠναντιῶσθαι. ἀλλὰ μόνος σὺ τῶν πώποτʼ ἀποπεφασμένων ἠξίωσας ἑκὼν σεαυτῷ τούτους κριτὰς καὶ ζητητὰς γενέσθαι, καὶ ἔγραψας κατὰ σαυτοῦ τὸ ψήφισμα, καὶ τὸν δῆμον ἐποιήσω μάρτυρα τῶν ὡμολογημένων, ὁρισάμενος σεαυτῷ ζημίαν εἶναι θάνατον, ἐὰν ἀποφήνῃ σʼ σʼ add. Blass. ἡ βουλὴ τῶν χρημάτων εἰληφότα τι τῶν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου κομισθέντων.
62 ἀλλὰ μὴν πρότερον ἔγραψας σύ, ὦ Δημόσθενες, κατὰ πάντων τούτων καὶ τῶν ἄλλων Ἀθηναίων κυρίαν εἶναι τὴν ἐξ Ἀρείου πάγου βουλὴν κολάσαι τὸν παρὰ τοὺς νόμους πλημμελοῦντα, χρωμένην τοῖς πατρίοις πατρίοις Wolf: πατρώοις codd. νόμοις· καὶ παρέδωκας σὺ καὶ ἐνεχείρισας τὴν πόλιν ἅπασαν ταύτῃ, ἣν αὐτίκα φήσεις ὀλιγαρχικὴν εἶναι· καὶ τεθνᾶσι κατὰ τὸ σὸν ψήφισμα δύο τῶν πολιτῶν, πατὴρ καὶ υἱός, παραδοθέντες τῷ ἐπὶ τῷ ὀρύγματι·
63 ἐδέθη τῶν ἀφʼ Ἁρμοδίου γεγονότων εἷς κατὰ τὸ σὸν πρόσταγμα· ἐστρέβλωσαν Ἀντιφῶντα καὶ ἀπέκτειναν οὗτοι τῇ τῆς βουλῆς ἀποφάσει πεισθέντες· ἐξέβαλες σὺ Χαρῖνον Χαρῖνον Rohdewald: Ἀρχίνον codd. ἐκ τῆς πόλεως ἐπὶ προδοσίᾳ κατὰ τὰς τῆς βουλῆς ἀποφάσεις καὶ τιμωρίας. κατὰ δὲ σαυτοῦ καὶ ταῦτα γράψας αὐτὸς τὸ ψήφισμʼ ἀκυροῖς; καὶ ποῦ ταῦτα δίκαια ἢ νόμιμά ἐστι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme