Thesauros Literature Oratory Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
4 ψηφισαμένου γὰρ τοῦ δήμου δίκαιον ψήφισμα, καὶ πάντων τῶν πολιτῶν βουλομένων εὑρεῖν τίνες εἰσὶ τῶν ῥητόρων οἱ τολμήσαντες ἐπὶ διαβολῇ καὶ κινδύνῳ τῆς πόλεως χρήματα παρʼ Ἁρπάλου λαβεῖν, καὶ πρὸς τούτοις ἐν ἐν add. Blass: ψηφίσματι A pr.: ψήφισμά τι A corr.: ψη . . . N pr.: ψήφισμα N corr. (2): del. Thalheim. ψηφίσματι γράψαντος, ὦ Δημόσθενες, σοῦ καὶ ἑτέρων πολλῶν, ζητεῖν τὴν βουλὴν περὶ αὐτῶν, ὡς αὐτῇ πάτριόν ἐστιν, εἴ τινες εἰλήφασι παρʼ Ἁρπάλου χρυσίον,
5 ζητεῖ ἡ βουλή, οὐκ ἐκ τῶν προκλήσεων μαθοῦσα τὸ δίκαιον, οὐδὲ τὴν ἀλήθειαν καὶ τὴν πίστιν τὴν περὶ περὶ] προτέραν Rosenberg: πατρίαν Blass. αὑτῆς αὑτῆς Bekker: αὐτῆς codd. ἐπὶ σοῦ καταλῦσαι βουλομένη, ἀλλʼ, ὅπερ καὶ αὐτοὶ οἱ Ἀρεοπαγῖται εἶπον, προορῶσα μὲνμὲν add. Reiske. ἡ βουλή, ὦ ἄνδρες, τὴν τούτων ἰσχὺν καὶ τὴν ἐν τῷ λέγειν καὶ πράττειν δύναμιν, οὐκ οἰομένη δὲ δεῖν οὐδεμίαν ὑπολογίζεσθαι τῶν περὶ αὑτῆς αὑτῆς Bekker: αὐτῆς codd. ἐσομένων βλασφημιῶν, εἴ τις μέλλει τῇ πατρίδι αὐτῆς αὐτῆς] αὐτοῖς, cum BL, Bekker: αὐτῇ Baiter: τις Blass, qui τις post εἰ seclusit. αἰτία μοχθηρὰ καὶ κίνδυνος ἔσεσθαι.
6 τούτων ὡς ἐδόκει τῷ δήμῳ καλῶς καὶ συμφερόντως πεπραγμένων, αἰτίαι νῦν καὶ προκλήσεις καὶ συκοφαντίαι παρὰ Δημοσθένους ἥκουσιν, ἐπειδὴ οὗτος ἀποπέφανται εἴκοσι τάλαντα ἔχων χρυσίου· καὶ ἡ τῶν ἐκ προνοίας φόνων ἀξιόπιστος οὖσα βουλὴ τὸ δίκαιον καὶ τἀληθὲς τἀληθὲς Blass: ἀληθὲς codd. εὑρεῖν, καὶ κυρία δικάσαι τε περὶ τοῦ σώματος καὶ τῆς ψυχῆς ἑκάστου τῶν πολιτῶν, καὶ τοῖς μὲν βιαίῳ θανάτῳ τετελευτηκόσι βοηθῆσαι, τοὺς δὲ παράνομόν τι τῶν ἐν τῇ πόλει διαπεπραγμένους ἐκβαλεῖν ἢ θανάτῳ ζημιῶσαι, νῦν ἐπὶ τοῖς κατὰ Δημοσθένους ἀποπεφασμένοις χρήμασιν ἄκυρος ἔσται τοῦ δικαίου;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme