Thesauros Literature Oratory Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
86 ὁ αὐτὸς ῥήτωρ ἐκείνοις τʼ αἴτιος ἐγένετο τῶν συμβάντων κακῶν καὶ αὑτῷ τῶν νῦν συμβησομένων. ἐπέτρεψεν [ὁ] ὁ del. Kleyn. αὐτὸς οὗτος ἐν τῷ δήμῳ τῷ συνεδρίῳ τούτῳ κρῖναι περὶ αὑτοῦ, μάρτυρας ὑμᾶς πεποιημένος. ἔθετο συνθήκας μετὰ τοῦ δήμου, γράψας τὸ ψήφισμα καθʼ ἑαυτοῦ παρὰ τὴν μητέρα τὴν μητέρα] τῇ μητρὶ Reiske. τῶν θεῶν, ἣ πάντων τῶν ἐν τοῖς γράμμασι δικαίων φύλαξ τῇ πόλει καθέστηκε. διὸ καὶ οὐχ ὅσιον ὑμῖν ἐστὶ ταύτας ἀκύρους ποιεῖν, οὐδὲ τοὺς θεοὺς ὀμωμοκόσι περὶ ταύτης τῆς κρίσεως ταῖς αὐτῶν τῶν θεῶν πράξεσιν ἐναντίαν τὴν ψῆφον ἐνεγκεῖν.
87 κρίσεως κρίσεως Blass: κρίσει codd. Ποσειδῶν ἀποτυχὼν τῆς τῆς . . . γενομένης Ν Α pr.: τοῖς . . . γενομένοις Α corr. (2): τῇ γενομένῃ Bekker. ὑπὲρ Ἁλιρροθίου πρὸς Ἄρη γενομένηςSee preceding note ἐνέμεινεν· ἐνέμειναν ἐνέμειναν hic add. Sauppe, infra post γενομένῃ Reiske. αὐταὶ αἰ σεμναὶ θεαὶ τῇ πρὸς Ὀρέστην ἐν τούτῳ τῷ συνεδρίῳ κρίσει γενομένῃ καὶ τῇ τούτου ἀληθείᾳ συνοίκους ἑαυτὰς εἰς τὸν λοιπὸν χρόνον κατέστησαν. ὑμεῖς δὲ τί ποιήσετε οἱ πάντων εἶναι φάσκοντες εὐσεβέστατοι; εὐσεβέστατοι Ν: εὐσεβέστεροι Α. τὴν τοῦ συνεδρίου γνώμην γνώμην Α: γνῶσιν Ν. ἄκυρον καταστήσετε τῇ Δημοσθένους ἐπακολουθήσαντες πονηρίᾳ; οὐκ, ἐὰν σωφρονῆτε, ὦ Ἀθηναῖοι·
88 οὐ γὰρ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων ἐν τῇ τήμερον ἡμέρᾳ δικάζετε, ἀλλὰ περὶ σωτηρίας τῆς πόλεως ἁπάσης καὶ πρὸς τούτοις περὶ δωροδοκίας, ἔθους πονηροῦ καὶ πράγματος ἀλυσιτελοῦς ὑμῖν καὶ πάντας ἀνθρώπους ἀπολωλεκότος. ὃ ὃ add. Reiske. εἰ μέν, καθʼ ὅσον ἐστὲ δυνατοί, ἐκβαλεῖτʼ ἐκ τῆς πόλεως καὶ παύσετε τοὺς ῥᾳδίως καθʼ ὑμῶν χρήματα λαμβάνοντας, σωθησόμεθα θεῶν βουλομένων· εἰ δʼ ἐπιτρέψετε τοῖς ῥήτορσι πωλεῖν ὑμᾶς αὐτούς, περιόψεσθε τὴν πόλιν ἀνατραπεῖσαν ὑπὸ τούτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme