89
ἔγραψεν αὐτὸς ἐν τῷ δήμῳ Δημοσθένης, ὡς δηλονότι δικαίου τοῦ πράγματος ὄντος, φυλάττειν Ἀλεξάνδρῳ τὰ εἰς τὴν Ἀττικὴν ἀφικόμενα μετὰ Ἁρπάλου χρήματα. οὕτως οὖν, ὦ ἄριστε, εἰπέ μοι, φυλάξομεν, φυλάξομεν Α: φυλάξωμεν Ν. ἐὰν σὺ μὲν εἴκοσι τάλαντα λαβὼν ἔχῃς ἰδίᾳ, ἰδίᾳ Wurm: ἴδια codd. ἕτερος δὲ πεντεκαίδεκα, Δημάδης δʼ ἑξακισχιλίους χρυσοῦ στατῆρας, ἕτεροι δʼ ὅσα δή ποτε ἀποπεφασμένοι εἰσί; τέτταρα τέτταρα Α corr. (2): τετρακόσια Α pr. N: διακόσια Thalheim. γὰρ τάλαντʼ ἐστὶ καὶ ἑξήκοντα ἤδη εὑρημένα, ὧν οἴεσθε τὴν αἰτίαν τούτοις δεῖν τούτοις δεῖν (δεῖν post οἴεσθε iam Reiske) Blass: τουτοισὶν codd. ἀναθεῖναι.
90
καὶ πότερα κάλλιόν ἐστι, πρὸς δὲ δικαιότερον, ἅπαντʼ ἐν τῷ κοινῷ φυλάττεσθαι, ἕως ἄν τι δίκαιον ὁ δῆμος βουλεύσηται, ἢ τοὺς ῥήτορας καὶ τῶν στρατηγῶν ἐνίους διηρπακότας ἔχειν; ἐγὼ μὲν γὰρ οἶμαι τὸ μὲν ἐν τῷ κοινῷ φυλάττειν παρὰ πάντων ὁμολογούμενον εἶναι δίκαιον, τὸ δὲ τούτους ἔχειν μηδένʼ ἂν εἰπεῖν ὡς ἔστι καλῶς ἔχον.
91
πολλοὺς οὗτος εἴρηκε εἴρηκε Dobree: ἐρεῖ codd., ret. Wurm. καὶ παντοδαποὺς λόγους, ὦ ἄνδρες, καὶ οὐδεπώποτε οὐδεπώποτε] οὐδέποτε Wurm. τοὺς αὐτούς. ὁρᾷ γὰρ ὑμᾶς τὸν ἅπαντα χρόνον ἐλπίσι κεναῖς καὶ ψευδέσι λόγοις ἐξηπατημένους ὑφʼ ἑαυτοῦ, καὶ μέχρι τούτου μνημονεύοντας τὰς ὑποσχέσεις μέχρι μέχρι Blass: μέχρις codd. ἂν ῥηθῶσιν. εἰ μὲν οὖν ἔτι δεῖ τὴν πόλιν τῆς Δημοσθένους πονηρίας καὶ ἀτυχίας ἀπολαύειν, ἵνα πλείω πλείω Ν: πλέον Α. κακοδαιμονῶμεν — οὐ οὐ Ν: οὐδὲ Α. γὰρ ἔχω τί ἄλλο εἴπω —,στερκτέον ἂν ἂν add. Bekker. εἴη τοῖς συμβαίνουσιν·
92
εἰ δέ τι δέ τι Baiter: δ’ ἔτι codd. κηδόμεθα τῆς πατρίδος καὶ τοὺς πονηροὺς καὶ δωροδόκους μισοῦμεν καὶ μετοιωνίσασθαι τὴν τύχην καὶ μεταλλάξασθαι βουλόμεθα, οὐ προετέον προετέον Wolf: προσεκτέον codd. ἐστὶν ὑμᾶς αὐτούς, ὦ Ἀθηναῖοι, ταῖς τοῦ μιαροῦ καὶ γόητος τούτου δεήσεσιν, οὐδὲ προσδεκτέον τοὺς οἴκτους καὶ τοὺς φενακισμοὺς τοὺς τοὺς add. Baiter et Sauppe. τούτου· ἱκανὴν γὰρ εἰλήφατε πεῖραν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων καὶ τῆς τύχης.