Thesauros Literature Oratory Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
7 ναί· κατέψευσται γὰρ ἡ βουλὴ Δημοσθένους· τουτὶ γάρ ἐστιν ὑπερβολὴ τοῦ πράγματος. σοῦ κατέψευσται καὶ Δημάδου; καθʼ ὧν οὐδὲ τἀληθὲς εἰπεῖν, ὡς ἔοικεν, ἀσφαλές ἐστιν; οἳ πολλὰ πρότερον τῶν κοινῶν ἐκείνῃ ζητεῖν προσετάξατε καὶ διὰ τὰς γενομένας ζητήσεις ἐπῃνέσατε; οὓς δʼ ἡ πόλις ἅπασα οὐ δύναται ἀναγκάσαι τὰ δίκαια ποιεῖν, κατὰ τούτων ἡ βουλὴ ψευδεῖς ἀποφάσεις πεποίηται;
8 ὦ Ἡράκλεις. διὰ τί οὖν ἐν τῷ δήμῳ συνεχώρεις, ὦ Δημόσθενες, ἐὰν ἀποφήνῃ κατὰAut κατὰ addendum (cf. sect. 7) aut σὲ pro σοῦ legendum (cf. sect. 61) coni. Wolf. σοῦ ἡ βουλή, θάνατον ἑαυτῷ τὴν ζημίαν; καὶ διὰ τί πολλοὺς ἀνῄρηκας σὺ ταῖς τῆς βουλῆς ἰσχυριζόμενος ἀποφάσεσιν; ἢ ποῖ ποῖ Reiske: ποῦ codd. νῦν ἐλθὼν ὁ δῆμος ἢ τίσι προστάξας ζητεῖν περὶ τῶν ἀφανῶν καὶ μεγάλων ἀδικημάτων εὕρῃ τὴν ἀλήθειαν;
9 τὸ μὲν γὰρ συνέδριον, τὸ πρότερον δοκοῦν εἶναι πιστόν, σὺ καταλύεις, ὁ δημοτικὸς εἶναι φάσκων, ᾧ τὴν τῶν σωμάτων φυλακὴν ὁ δῆμος παρακαταθήκην ἔδωκεν, ᾧ τὴν πολιτείαν καὶ δημοκρατίαν πολλάκις ἐγκεχείρικεν, ὃ ὃ Ν: ᾧ Α. διαπεφύλαχε διαπεφύλαχε Wolf: διαπεφύλακε codd. τὸ σὸν σῶμα τοῦ βλασφημεῖν περὶ αὐτοῦ μέλλοντος πολλάκις, ὡς σὺ φῄς, ἐπιβουλευθέν, ὃ φυλάττει τὰς ἀπορρήτους διαθήκας, διαθήκας] ἀποθήκας Ν: θήκας Wolf. ἐν αἷς τὰ τῆς πόλεως σωτήρια κεῖται.
10 δίκαια μὲν οὖν, δίκαια τρόπον γέ τινα πάσχει τὸ συνέδριον· εἰρήσεται γὰρ ἃ γιγνώσκω. δυοῖν γὰρ θάτερον ἐχρῆν αὐτούς, ἢ καὶ τὴν προτέραν ζήτησιν τὴν ὑπὲρ τῶν τριακοσίων ταλάντων τῶν παρὰ τοῦ Περσῶν βασιλέως ἀφικομένων ζητεῖν, καθάπερ συνέταξεν ὁ δῆμος, ἵνα τότε δόντος δίκην τοῦ θηρίου τούτου, καὶ τῶν μερισαμένων ἐκεῖνα τὰ χρήματα φανερῶν γενομένων, καὶ τῆς περὶ Θηβαίους προδοσίας ἐξελεγχθείσης ἣν οὗτος προδέδωκεν, ἀπηλλάγμεθα τούτου τοῦ δημαγωγοῦ δίκην ἀξίαν δόντος·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme