5
ἐγὼ δέ, ὦ ἄνδρες,ἄνδρες Α: Ἀθηναῖοι Ν. εἰ δεῖ τἀληθῆ λέγειν — δεῖ δέ —, οὐοὐ Maetzner: οὐδὲ codd. τὰς ἀποφάσεις οἶμαι νῦν κρίνεσθαι, πότερον ἀληθεῖς εἰσιν ἢ ψευδεῖς αἱ κατὰ Φιλοκλέους γεγενημέναι, ἀλλὰ περὶ μόνηςμόνης Reiske: μὲν codd. τῆς τιμωρίας ὑμᾶς δεῖν τῆς ἐν τῷ ψηφίσματι γεγραμμένης δικάσαι νῦν, πότερα δεῖ χρημάτων τιμῆσαι τῷ τηλικαῦτα ἠδικηκότι τὴν πόλιν, ἢ θανάτῳ ζημιώσαντας, ὥσπερ οὗτος ἔγραψεν ἐν τῷ ψηφίσματι καθʼ αὑτοῦ, [ἢ]ἢ del. Reiske. δημεῦσαι τὴν οὐσίαν τὴν ἐκ τοιούτων λημμάτων συνειλεγμένην.
6
οἴεσθε τοῦτον νῦν πρῶτον ἐπὶ τούτων τῶν χρημάτων πονηρὸν γεγενῆσθαι, ἢ νῦν πρῶτον καθʼ ὑμῶν δῶρα εἰληφέναι; οὐκ ἔστι ταῦτα, ἀλλὰ πάλαι τοιοῦτος ὢν ἐλάνθανεν ὑμᾶς, καὶ ηὐτυχήκαθʼ ὅτιηὐτυχήκαθ’ ὅτι Vogel: ηὐτύχει καθότι Α: εὐτύχει καθότι Ν. οὐκ ἐν μείζοσι καιροῖς ἐπύθεσθε τὴν αἰσχροκέρδειαν αὐτοῦ· οὐ γάρ ἐστι χαλεπώτερον ἀνθρώπου τὴν αὑτοῦαὑτοῦ N corr. (2): αὐτὴν N pr. A, del. Maetzner. πονηρίαν ἀγνοουμένην ἔχοντος.
7
οὐκ ἀποκτενεῖτε, ὦ Ἀθηναῖοι, πάντες ὁμοθυμαδὸν τὸν εἰς τοσαύτην αἰσχύνην καὶ ἀδικίαν πολλοὺς τῶν πολιτῶντῶν πολιτῶν om. A. ἐμβεβληκότα, τὸν ἀρχηγὸν γενόμενον τοῦ διαδεδομένου χρυσίου καὶ εἰς αἰτίαν καθιστάντακαθιστάντα Stephanus: καθίσαντα codd. πᾶσαν τὴν πόλιν; ἀλλʼ ὑπομενεῖτʼ ἀκούειν τοῦ τοσαῦτα διαπεπραγμένου καθʼ ὑμῶν, ὡς [ὅτι]ὅτι del. Maetzner. τὸ συνέδριον τὸ ἐν Ἀρείῳ πάγῳ ψευδεῖς πεποίηται τὰς ἀποφάσεις, καὶ ὡς αὐτὸς μὲν δίκαιος καὶ χρηστὸς καὶ ἀδωροδόκητός ἐστιν, ἡ δʼ ἐξ Ἀρείου πάγου βουλὴ ταῦτα πάντα προεῖται χάριτος ἢ λημμάτωνλημμάτων Ν: λήμματος Α. ἕνεκα;
8
ἆρʼ ἴσθʼ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἀδικημάτων σκεψαμένους ἀκριβῶς δεῖ μεθʼ ἡσυχίας καὶ τἀληθὲς ἐξετάσαντας, οὕτως ἐπιτιθέναι τοῖς ἠδικηκόσι τὴν τιμωρίαν, ἐπὶ δὲ ταῖς φανεραῖς καὶ παρὰ πάντων ὡμολογημέναις προδοσίαις πρώτηνπρώτην Reiske: πρῶτον codd. τετάχθαι τὴν ὀργὴν καὶ τὴν μετʼ αὐτῆςαὐτῆς Bekker: αὐτὴν codd. γιγνομένην τιμωρίαν;