Thesauros Literature Oratory Κατὰ Φιλοκλέους

Κατὰ Φιλοκλέους

Κατὰ Φιλοκλέους Dinarchus
16 ὑμεῖς δʼ οἱ τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακες, οἷςοἷς Reiske: οὓς codd.: οἷς et δικάσαι infra pro δικάσοντας Sauppe; sed inter φύλακες et ἐπέτρεψεν nonnihil excidisse videtur: post δικάσοντας lacunam indicavit Blass, qui οὓς retinuit: sensum ita supplet Reiske: οἷς ἡ τύχη . . . τὸ ὑπὲρ τοῦ δήμου ἀμύνεσθαι δικάσοντας ἐπέτρεψεν. ἡ τύχη καὶ ὁ κλῆρος ὑπὲρ τοῦτοῦ add. A corr. (2) δήμου δικάσοντας ἐπέτρεψεν, φείσεσθε τοῦ τοιαῦτα διαπεπραγμένου, καὶ τὸ πέρας ἔχοντες τῶν ἐν τῇ πόλει ἁπάντων δικαίων ἀτιμώρητον ἀφήσετε τὸν δωροδόκον καὶ πάντων τῶν γεγενημένων κακῶν αἴτιον, ὅς, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, μόνος τῶν πονηρῶν πάντων τρὶς οὐχ ἅπαξ ἀποπέφανται, καὶ τρὶς ἤδη δικαίως [ἂν]ἂν add. Reiske. ἐζημιωμένος θανάτῳ κατὰ τὸ αὑτοῦ ψήφισμα.
17 τί οὖν ἀναμενεῖτʼ, ὦ Ἀθηναῖοι; καὶ ποῖα ἀδικήματα ζητεῖτε ἕτερα μείζω τῶν εἰρημένων ἀκοῦσαι; οὐχ ὑμεῖς ἐστε καὶ οἱ ὑμέτεροι πρόγονοι οἱ ΤιμοθέῳCf. διν. 1.14. Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν Λακεδαιμονίους νικήσαντι καὶ Κόνωνος υἱεῖ τοῦτοῦ add. A corr. (2) τοὺς Ἕλληνας ἐλευθερώσαντοςἐλευθερώσαντος A corr. (2): ἐλευθερώσαντι A pr. N. καὶ Σάμον λαβόντιλαβόντι N A pr.: λαβόντος A corr. (2) καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν, καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐδὲν τούτων ὑπόλογον ποιησάμενοι; οὐδὲ τῆς τότε ἐνεστώσης κρίσεως καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες φέρετε τὴν ψῆφον ἀντικαταλλαξάμενοι τὰς τηλικαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων τιμήσαντες, ὅτι χρήματʼ αὐτὸν Ἀριστοφῶν ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων; τὸν δὲ μιαρὸν ἄνθρωπον καὶ προδότην,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme