Thesauros Literature Oratory Κατὰ Φιλοκλέους

Κατὰ Φιλοκλέους

Κατὰ Φιλοκλέους Dinarchus
18 ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασα ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, ὃς οὐσίαν ἔχων πολλὴν καὶ παίδων ἀρρένων οὐκ ὄντων αὐτῷ, καὶ οὐδενὸς ἄλλου δεόμενος ὧν ἂνἂν add. Bekker. ἄνθρωπος μέτριος δεηθείη, οὐκ ἀπέσχετο χρημάτων διδομένων κατὰ τῆς πατρίδος, οὐδʼ ἀπεκρύψατο τὴν ἔμφυτον πονηρίαν, ἀλλʼ ἀνεῖλε πᾶσαν τὴν γεγενημένην αὑτῷ πρὸς ὑμᾶς πίστιν, καὶ οἷς πρότερον ἔφη διαφέρεσθαι, πρὸς τούτους ἔταξεν αὑτόν, καὶ ἐξήλεγξεν αὑτοῦ τὴν προσποίητον καλοκαγαθίαν, ὅτι ψευδὴς ἦν.Post ψευδὴς ἦν apodosin excidisse putant nonnulli.
19 ἃ χρὴ λογισαμένους ὑμᾶς πάντας,πάντας add. N. ὦ Ἀθηναῖοι, καὶ τῶν παρόντων καιρῶν ἀναμνησθέντας, οἳ πίστεως οὐ δωροδοκίας δέονται, μισεῖν τοὺς πονηρούς, ἀνελεῖν ἐκ τῆς πόλεωςπόλεως Ν: πολιτείας Α. τὰ τοιαῦτα θηρία, καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι οὐ συνδιέφθαρται τὸ τοῦ δήμου πλῆθος τῶν ῥητόρων καὶ τῶν στρατηγῶν τισιν, οὐδὲ δουλεύει ταῖς δόξαις, εἰδόταςεἰδότας Ald.: εἰδότες ΝΑ. ὅτι μετὰ μὲν δικαιοσύνης καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας ῥᾳδίως ἀμυνούμεθα, θεῶν ἵλεων ὄντων, ἐάν τινες ἡμῖνἡμῖν A corr. (2): ὑμῶν A pr. N. ἀδίκως ἐπιτιθῶνται, μετὰ δὲ δωροδοκίας καὶ προδοσίας καὶ τῶν ὁμοίων τούτοις κακῶν, ἃ τοῖς τοιούτοις ἀνθρώποις πρόσεστιν, οὐδεμίʼ ἂνοὐδεμί’ ἂν Bekker: οὐδεμία codd. πόλις σωθείη.
20 μηδεμίαν οὖν δέησιν, ὦ Ἀθηναῖοι, μηδʼ ἔλεον εἰς ὑμᾶς λαμβάνοντεςλαμβάνοντες] del. Thalheim, qui post αὐτοὺς excidisse προσεμένοι vel aliud simile putat. αὐτούς, μηδὲ τὴν ἐξ αὐτῶν τῶν ἔργων καὶ τῆς ἀληθείας ἀποδεδειγμένην ὑμῖν κατὰ τῶν κρινομένων ἀδικίανPost ἀδικίαν lacunam indicavit Sauppe, qui totum locum sic restituit: μηδ’ ἔλεον δεξάμενοι μηδὲ τὴν ἐξ αὐτῶν κτλ. . . . ἀδικίαν εἰς ὑμᾶς λαμβάνοντες αὐτοὺς μηδὲ τὴν τῆς βουλῆς ἀπόφασιν ἄκυρον ποιήσαντες κτλ.ἄκυρον ποιήσαντες, βοηθήσατε κοινῇ τῇ πατρίδι καὶ τοῖς νόμοις· ταῦτα γὰρ ἀμφότερα διαδικάζεται νῦν πρὸς τὴν τούτου πονηρίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme