Thesauros Literature Oratory Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος Hyperides
3 ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο. ἐμοὶ γὰρ οἱοἱ add. Schneidewin. οἰκεῖοι ἀπέστειλανἀπέστειλαν ἐπέστειλαν Blass. γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι,οἰκείων ἀκηκοέναι Babington. ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει πλησιάσει Schneidewin: πλησιάσῃ A. Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν.
4 ἐγὼ δὲ ἃ καὶ πρὸς τοὺς Column 4 ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους οἰκείους Babington. τοὺς ἐμαυτοῦ εὐθὺς εὐθὺς Blass: τότε Babington. ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω,λέγω Schneidewin: ἐρῶ Babington. ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῇ εἰσαγγελίᾳ γεγραμμένα.γεγραμμένα Babington. ὅτι δὲ ψευδῆ ψευδῆ Schneidewin. ἐστιν, ῥᾴδιον οἶμαι οἶμαι Caesar. εἶναι ἅπασιν ἰδεῖν. ἰδεῖν Caesar: γνῶναι Patakis. τίς γὰρ οὕτως ἐστὶ τῶν ἐν τῇ πόλει ἀλόγιστος,
5 ὅςτις ἂν πιστεύσαι τούτοις τοῖςἐστι et sq. Babington, sedτούτοις τοῖς Blass:τοιούτοις Babington. λόγοις; ἀνάγκη γάρ,ἀνάγκη γὰρ ἦν Sauppe:ἦν om. Blass. ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, Column 5 ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme